Go to content Go to navigation Go to search

The angel Gabriel visits Mary. · 3790 dagen geleden by Ad van den Ende

Lucas 1, 26 – 38

26 Ἐν δὲ τῷ μηνὶ τῷ ἕκτῳ
In the sixth month
ἀπεστάλη ὁ ἄγγελος Γαβριὴλ
was sent the angel Gabriel
ἀπὸ τοῦ θεοῦ εἰς πόλιν τῆς Γαλιλαίας
by God to a town in Galilee,
ᾗ ὄνομα Ναζαρὲθ
with the name Nazareth.
27 πρὸς παρθένον
to a virgin
ἐμνηστευμένην ἀνδρὶ ᾧ ὄνομα Ἰωσὴφ
engaged to a man whose name (was) Joseph,
ἐξ οἴκου Δαυίδ,
of the house of David,
καὶ τὸ ὄνομα τῆς παρθένου Μαριάμ.
and the name of the vergin (was) Mary.

28 καὶ εἰσελθὼν πρὸς αὐτὴν εἶπεν,
8 And after caming to her he said,
Χαῖρε, κεχαριτωμένη, ὁ κύριος μετὰ σοῦ.
“Greetings, favored one, the Lord (is) with you!”

29 ἡ δὲ ἐπὶ τῷ λόγῳ διεταράχθη
But she, by the word, was much perplexed
καὶ διελογίζετο ποταπὸς εἴη ὁ ἀσπασμὸς οὗτος.
and considered what sort it was, this greeting.
30 καὶ εἶπεν ὁ ἄγγελος αὐτῇ,
And he said, the angel, to her:
Μὴ φοβοῦ, Μαριάμ,
“Do not be afraid, Mary,
εὗρες γὰρ χάριν παρὰ τῷ θεῷ·
for you have found favor with God.
31 καὶ ἰδοὺ συλλήμψῃ ἐν γαστρὶ
And see, you will conceive in your womb,
καὶ τέξῃ υἱόν,
and give birth to a son,,
καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν.
and you will give him the name Jesus.

32 οὗτος ἔσται μέγας
He will be great,
καὶ υἱὸς ὑψίστου κληθήσεται,
and the son of the most high he will be called,
καὶ δώσει αὐτῷ κύριος ὁ θεὸς
and he will give to him, the Lord God,
τὸν θρόνον Δαυὶδ τοῦ πατρὸς αὐτοῦ,
the throne of David, his father,
33 καὶ βασιλεύσει ἐπὶ τὸν οἶκον Ἰακὼβ
And he will reign over the house of Jacob
εἰς τοὺς αἰῶνας,
for ever,
καὶ τῆς βασιλείας αὐτοῦ οὐκ ἔσται τέλος.
and of his kingdom there will be no end.”

34 εἶπεν δὲ Μαριὰμ πρὸς τὸν ἄγγελον,
Mary said to the angel:
Πῶς ἔσται τοῦτο,
“How will this be,
ἐπεὶ ἄνδρα οὐ γινώσκω;
since I have no intercourse with a man?”

35 καὶ ἀποκριθεὶς ὁ ἄγγελος εἶπεν αὐτῇ,
And answering her the angel said:
Πνεῦμα ἅγιον ἐπελεύσεται ἐπὶ σέ,
“A holy spirit will come upon you,
καὶ δύναμις ὑψίστου ἐπισκιάσει σοι·
and the power of the most high will overshadow you,
διὸ καὶ τὸ γεννώμενον
therefore the child that will be begotten
ἅγιον κληθήσεται, υἱὸς θεοῦ.
will be called holy, a son of God.

36 καὶ ἰδοὺ Ἐλισάβετ ἡ συγγενίς σου
And see, your relative Elizabeth
καὶ αὐτὴ συνείληφεν υἱὸν ἐν γήρει αὐτῆς,
has also herself conceived a son in her old age,
καὶ οὗτος μὴν ἕκτος ἐστὶν αὐτῇ
and this is the sixth month for her
τῇ καλουμένῃ στείρᾳ·
who was called barren.
37 ὅτι οὐκ ἀδυνατήσει παρὰ τοῦ θεοῦ πᾶν ῥῆμα.
For not will be impossible with God any word.”

38 εἶπεν δὲ Μαριάμ, Ἰδοὺ ἡ δούλη κυρίου·
Mary said: “See the servant of the Lord,
γένοιτό μοι κατὰ τὸ ῥῆμά σου.
may it happen with me according to your word.”
καὶ ἀπῆλθεν ἀπ᾽ αὐτῆς ὁ ἄγγελος.
And he departed from her, the angel.

Next
Return

reageer