Joseph tells his Brothers who he is. · 3969 dagen geleden by Ad van den Ende
Genesis 45
1 Καὶ οὐκ ἠδύνατο Ιωσηφ ἀνέχεσθαι
And Joseph could not stand for
πάντων τῶν παρεστηκότων αὐτῷ,
all those who stood by him,
ἀλλ᾽ εἶπεν
but he said:
Ἐξαποστείλατε πάντας ἀπ᾽ ἐμοῦ.
“Send all away from me.
καὶ οὐ παρειστήκει οὐδεὶς ἔτι
And no more stood anyone
τῷ Ιωσηφ,
near to Joseph,
ἡνίκα ἀνεγνωρίζετο τοῖς ἀδελφοῖς αὐτοῦ.
when he made himself known to his brothers.
2 καὶ ἀφῆκεν φωνὴν μετὰ κλαυθμοῦ·
And he brought out a sound with weeping;
ἤκουσαν δὲ πάντες οἱ Αἰγύπτιοι,
all the Egyptians heard it,
καὶ ἀκουστὸν ἐγένετο
and audible it was
εἰς τὸν οἶκον Φαραω.
in the house of Pharao.
3 εἶπεν δὲ Ιωσηφ πρὸς τοὺς ἀδελφοὺς αὐτοῦ
Joseph said to his brothers:
Ἐγώ εἰμι Ιωσηφ· ἔτι ὁ πατήρ μου ζῇ;
“I am Joseph. Is my father still alive?”
καὶ οὐκ ἐδύναντο οἱ ἀδελφοὶ ἀποκριθῆναι αὐτῷ·
And his brothers could not answer him,
ἐταράχθησαν γάρ.
for they were confused.
4 εἶπεν δὲ Ιωσηφ πρὸς τοὺς ἀδελφοὺς αὐτοῦ
And Joseph said to his brothers:
Ἐγγίσατε πρός με. καὶ ἤγγισαν.
“Come closer to me.” And they came closer.
καὶ εἶπεν Ἐγώ εἰμι Ιωσηφ ὁ ἀδελφὸς ὑμῶν,
And he said, “I am Joseph, your brother,
ὃν ἀπέδοσθε εἰς Αἴγυπτον.
whom you have sold into Egypt.
5 νῦν οὖν μὴ λυπεῖσθε
And now do not be distressed,
μηδὲ σκληρὸν ὑμῖν φανήτω
and let no bitterness emerge to you,
ὅτι ἀπέδοσθέ με ὧδε·
because you have sold me here,
εἰς γὰρ ζωὴν ἀπέστειλέν με ὁ θεὸς
for to (preserve) life God has sent me
ἔμπροσθεν ὑμῶν·
in front of you;
6 τοῦτο γὰρ δεύτερον ἔτος
For this is the second year
λιμὸς ἐπὶ τῆς γῆς,
that hunger (is) on the earth,
καὶ ἔτι λοιπὰ πέντε ἔτη,
and (there are) still five years left,
ἐν οἷς οὐκ ἔσται ἀροτρίασις
in which there will be neither plowing
οὐδὲ ἄμητος·
nor harvest.
7 ἀπέστειλεν γάρ με ὁ θεὸς
For god has sent me
ἔμπροσθεν ὑμῶν,
before you
ὑπολείπεσθαι ὑμῶν κατάλειμμα ἐπὶ τῆς γῆς
to keep alive of you a remnant on the earth,
καὶ ἐκθρέψαι ὑμῶν κατάλειψιν μεγάλην.
and to feed of you a great remainder.
8 νῦν οὖν οὐχ ὑμεῖς με ἀπεστάλκατε ὧδε,
So not you have sent me away to here,
ἀλλ᾽ ἢ ὁ θεός,
but (nobody else) than God,
καὶ ἐποίησέν με ὡς πατέρα Φαραω
and he has made me a father to Pharaoh,
καὶ κύριον παντὸς τοῦ οἴκου αὐτοῦ
and lord of all his house
καὶ ἄρχοντα πάσης γῆς Αἰγύπτου.
and ruler over all the land Egypt.
9 σπεύσαντες οὖν
So, having made hurry
ἀνάβητε πρὸς τὸν πατέρα μου
you must go up to my father
καὶ εἴπατε αὐτῷ
and say to him:
Τάδε λέγει ὁ υἱός σου Ιωσηφ
‘This says your son Joseph,
Ἐποίησέν με ὁ θεὸς
God has made me
κύριον πάσης γῆς Αἰγύπτου·
lord of all the land Egypt;
κατάβηθι οὖν πρός με καὶ μὴ μείνῃς·
so come down to me and do not wait.
10 καὶ κατοικήσεις ἐν γῇ Γεσεμ Ἀραβίας
And you shall settle
ἐν γῇ Γεσεμ Ἀραβίας
in the land Goshen of Arabia,
καὶ ἔσῃ ἐγγύς μου,
and you shall be near me,
σὺ καὶ οἱ υἱοί σου
you and your sons
καὶ οἱ υἱοὶ τῶν υἱῶν σου,
and the sons of your sons,
τὰ πρόβατά σου καὶ αἱ βόες σου
your sheep and your cows,
καὶ ὅσα σοί ἐστιν,
and all that is of you,
11 καὶ ἐκθρέψω σε ἐκεῖ
and I shall feed you there,
ἔτι γὰρ πέντε ἔτη λιμόσ ,
for (there will come) five more years of hunger,
ἵνα μὴ ἐκτριβῇς,
so that you will not be destroyed,
σὺ καὶ οἱ υἱοί σου
you and your sons,
καὶ πάντα τὰ ὑπάρχοντά σου.
and all that belongs to you.
12 ἰδοὺ οἱ ὀφθαλμοὶ ὑμῶν βλέπουσιν
See, your eyes see
καὶ οἱ ὀφθαλμοὶ Βενιαμιν τοῦ ἀδελφοῦ μου
and the eyes of my brother Benjamin (see)
ὅτι τὸ στόμα μου τὸ λαλοῦν πρὸς ὑμᾶς.
that (it is) my mouth that speaks to you.
13 ἀπαγγείλατε οὖν τῷ πατρί μου
So report to my father
πᾶσαν τὴν δόξαν μου
all my fame,
τὴν ἐν Αἰγύπτῳ καὶ ὅσα εἴδετε,
that in Egypt and all that you have seen.
καὶ ταχύναντες καταγάγετε
And hurrying bring down “
τὸν πατέρα μου ὧδε.
my father here.
14 καὶ ἐπιπεσὼν
And after falling upon
ἐπὶ τὸν τράχηλον Βενιαμιν
the neck of Benjamin,
τοῦ ἀδελφοῦ αὐτοῦ ἔκλαυσεν ἐπ᾽ αὐτῷ,
his brother, he wept upon him,
καὶ Βενιαμιν ἔκλαυσεν
and Benjamin wept
ἐπὶ τῷ τραχήλῳ αὐτοῦ.
upon his neck.
15 καὶ καταφιλήσας πάντας τοὺς ἀδελφοὺς αὐτοῦ
And having kissed all his brothers
ἔκλαυσεν ἐπ᾽ αὐτοῖς,
he wept upon them,
καὶ μετὰ ταῦτα ἐλάλησαν
and after that talked
οἱ ἀδελφοὶ αὐτοῦ πρὸς αὐτόν.
his brothers with him.
16 Καὶ διεβοήθη ἡ φωνὴ
And the report was made known
εἰς τὸν οἶκον Φαραω
in the house of Pharaoh
λέγοντες
(by people who) said:
Ἥκασιν οἱ ἀδελφοὶ Ιωσηφ.
“The brothers of Joseph have come!”
ἐχάρη δὲ Φαραω καὶ ἡ θεραπεία αὐτοῦ.
And Pharaoh was pleased and his royal household.
17 εἶπεν δὲ Φαραω πρὸς Ιωσηφ
And Pharaoh said to Joseph:
Εἰπὸν τοῖς ἀδελφοῖς σου
“Say to your brothers:
Τοῦτο ποιήσατε·
‘Do this:
γεμίσατε τὰ πορεῖα ὑμῶν
load your animals
καὶ ἀπέλθατε εἰς γῆν Χανααν
and go back to the land of Canaan,
18 καὶ παραλαβόντες τὸν πατέρα ὑμῶν
and after taking with you your father
καὶ τὰ ὑπάρχοντα ὑμῶν
and that what belongs to you,
ἥκετε πρός με,
you have to come to me,
καὶ δώσω ὑμῖν
and I shall give you
πάντων τῶν ἀγαθῶν Αἰγύπτου,
(something) of all the good things of Egypt,
καὶ φάγεσθε τὸν μυελὸν τῆς γῆς.
and you will eat the best of the land.
19 σὺ δὲ ἔντειλαι ταῦτα,
And you have to charge this:
λαβεῖν αὐτοῖς ἁμάξας ἐκ γῆς Αἰγύπτου
to take for them wagons from the land Egypt
τοῖς παιδίοις ὑμῶν
for your little ones
καὶ ταῖς γυναιξίν,
and for your wives,
καὶ ἀναλαβόντες τὸν πατέρα ὑμῶν
and after having taken your father with you
παραγίνεσθε·
you have to come.
20 καὶ μὴ φείσησθε
And do not turn
τοῖς ὀφθαλμοῖς τῶν σκευῶν ὑμῶν,
with your eyes to your equipment,
τὰ γὰρ πάντα ἀγαθὰ Αἰγύπτου ὑμῖν ἔσται.
for all the good things of Egypt will be for you.’”
21 ἐποίησαν δὲ οὕτως οἱ υἱοὶ Ισραηλ·
And the sons of Israel did so.
ἔδωκεν δὲ Ιωσηφ αὐτοῖς ἁμάξας
Joseph gave them wagons
κατὰ τὰ εἰρημένα ὑπὸ Φαραω τοῦ βασιλέως
according to what had been said by Pharaoh, the king,
καὶ ἔδωκεν αὐτοῖς ἐπισιτισμὸν εἰς τὴν ὁδόν,
and he gave them foods for the journey.
22 καὶ πᾶσιν ἔδωκεν δισσὰς στολάς,
And to all of them he gave two dresses;
τῷ δὲ Βενιαμιν ἔδωκεν τριακοσίους χρυσοῦς
and to Benjamin he gave three hundred pieces of gold
καὶ πέντε ἐξαλλασσούσας στολάς,
and five sets of garments.
23 καὶ τῷ πατρὶ αὐτοῦ
And to his father
ἀπέστειλεν κατὰ τὰ αὐτὰ
he sent in the same manner
καὶ δέκα ὄνους
also ten donkeys ,
αἴροντας ἀπὸ πάντων τῶν ἀγαθῶν Αἰγύπτου
that carried of all the good things of Egypt,
καὶ δέκα ἡμιόνους
and ten hinnies
αἰρούσας ἄρτους
that carried bread
τῷ πατρὶ αὐτοῦ εἰς ὁδόν.
for his father on the journey.
24 ἐξαπέστειλεν δὲ τοὺς ἀδελφοὺς αὐτοῦ,
And he let depart his brothers ,
καὶ ἐπορεύθησαν·
and they set out,
καὶ εἶπεν αὐτοῖς
and he said to them:
Μὴ ὀργίζεσθε ἐν τῇ ὁδῷ.
“Do not quarrel along the way.”
25 Καὶ ἀνέβησαν ἐξ Αἰγύπτου
And they went up out of Egypt
καὶ ἦλθον εἰς γῆν Χανααν
and came in the land of Canaan
πρὸς Ιακωβ τὸν πατέρα αὐτῶν
to Jacob, their father.
26 καὶ ἀνήγγειλαν αὐτῷ λέγοντες ὅτι
And they reported him, saying:
Ὁ υἱός σου Ιωσηφ ζῇ,
“Your son, Joseph, is alive!
καὶ αὐτὸς ἄρχει πάσης γῆς Αἰγύπτου.
And he rules over all the land Egypt.”
καὶ ἐξέστη ἡ διάνοια Ιακωβ·
And the mind of Jacob was dazed,
οὐ γὰρ ἐπίστευσεν αὐτοῖς.
for he did not believe them.
27 ἐλάλησαν δὲ αὐτῷ
But they told him
πάντα τὰ ῥηθέντα ὑπὸ Ιωσηφ,
all the words spoken by Joseph,
ὅσα εἶπεν αὐτοῖς.
that he had said to them.
ἰδὼν δὲ τὰς ἁμάξας,
And when he had seen the wagons
ἃς ἀπέστειλεν Ιωσηφ
that Joseph had sent
ὥστε ἀναλαβεῖν αὐτόν,
to take him along,
ἀνεζωπύρησεν τὸ πνεῦμα
the spirit revived
Ιακωβ τοῦ πατρὸς αὐτῶν.
of Jacob, their father.
28 εἶπεν δὲ Ισραηλ
And Israel said:
Μέγα μοί ἐστιν,
“It is something magnifcent
εἰ ἔτι Ιωσηφ ὁ υἱός μου ζῇ·
if Joseph, my son, is still alive!
πορευθεὶς ὄψομαι αὐτὸν
Having gone on the yourney I shall see him
πρὸ τοῦ ἀποθανεῖν με.
before I die.”