Go to content Go to navigation Go to search

Arion saved by a dolphin · 4084 dagen geleden by Ad van den Ende

I 23-24

23. Περίανδρος δὲ ἦν
Periander was
Κυψέλου παῖς
the son of Cypselus;
οὗτος ὁ τῷ Θρασυβούλῳ
he who to Thrasyboulos
τὸ χρηστήριον μηνύσας·
had announced the oracle;
ἐτυράννευε δὲ ὁ Περίανδρος
Periandros was the tyrant
Κορίνθου·
of Corinth;
τῷ δὴ λέγουσι Κορίνθιοι
The Corinthians say
(ὁμολογέουσι δέ σφι Λέσβιοι)
(and the Lesbians agree with them)
ἐν τῷ βίῳ
that during his life
θῶμα μέγιστον παραστῆναι,
a very wondrous thing has happened,
Ἀρίονα τὸν Μηθυμναῖον
that Arion out of Methymna
ἐπὶ δελφῖνος
on a dolphin
ἐξενειχθέντα ἐπὶ Ταίναρον,
has been brought to Tainaron,
ἐόντα κιθαρῳδὸν
beiing a player on the lyre
τῶν τότε ἐόντων
from the people of that time
οὐδενὸς δεύτερον,
second to nobody,
καὶ διθύραμβον πρῶτον
and the first (to invent) the dithyrambic measure
ἀνθρώπων τῶν ἡμεῖς ἴδμεν
of the people whom we know,
ποιήσαντά τε καὶ ὀνομάσαντα
to recite in it and give it its name
καὶ διδάξαντα ἐν Κορίνθῳ.
and teach it at Corinth.

24. τοῦτον τὸν Ἀρίονα λέγουσι,
They say that this Arion,
τὸν πολλὸν τοῦ χρόνου
the most of the time
διατρίβοντα παρὰ Περιάνδρῳ
spending near to Periander,
ἐπιθυμῆσαι πλῶσαι ἐς Ἰταλίην
did long to sail to Italy
τε καὶ Σικελίην,
and to Sicily.

ἐργασάμενον δὲ χρήματα μεγάλα
And that, having made great profits,
θελῆσαι ὀπίσω ἐς Κόρινθον ἀπικέσθαι.
he wanted to go back to Corinth.
ὁρμᾶσθαι μέν νυν ἐκ Τάραντος,
That he did leave Tarentum,
πιστεύοντα δὲ οὐδαμοῖσι μᾶλλον ἢ Κορινθίοισι
and, trusting in nobody more than in Corinthians,
μισθώσασθαι πλοῖον ἀνδρῶν Κορινθίων.
he hired a vessel of Corinthian men.

τοὺς δὲ ἐν τῷ πελάγεϊ ἐπιβουλεύειν
And that they, in open sea, formed a plot
τὸν Ἀρίονα ἐκβαλόντας
to throw Arion overboard
ἔχειν τὰ χρήματα.
to have his money.
τὸν δὲ συνέντα τοῦτο λίσσεσθαι,
When he discovered this he implored them,
χρήματα μὲν σφι προϊέντα,
his money offering to them,
ψυχὴν δὲ παραιτεόμενον.
to save his life.

οὔκων δὴ πείθειν αὐτὸν τούτοισι,
But he did not persuade them,
ἀλλὰ κελεύειν τοὺς πορθμέας
and the ferrymen ordered him
ἢ αὐτὸν διαχρᾶσθαί μιν,
either to kill himself
ὡς ἂν ταφῆς ἐν γῇ τύχῃ,
in order to have a grave on land,
ἢ ἐκπηδᾶν ἐς τὴν θάλασσαν τὴν ταχίστην·
or to leap into the sea so quick as possible.

ἀπειληθέντα δὴ τὸν Ἀρίονα ἐς ἀπορίην
Arion, pressed hard to perplexity
παραιτήσασθαι,
asked,
ἐπειδή σφι οὕτω δοκέοι,
because they had decided so,
περιιδεῖν αὐτὸν ἐν τῇ σκευῇ πάσῃ
to allow him, in full costume
στάντα ἐν τοῖσι ἑδωλίοισι ἀεῖσαι·
standing on the afterdeck, to sing;
ἀείσας δὲ ὑπεδέκετο
and after having sung he promised
ἑωυτὸν κατεργάσασθαι.
to destroy himself.

καὶ τοῖσι ἐσελθεῖν γὰρ ἡδονὴν
And they, feeling pleasure
εἰ μέλλοιεν ἀκούσεσθαι
that they would hear
τοῦ ἀρίστου ἀνθρώπων ἀοιδοῦ,
the hymn of the best (singer) of all people
ἀναχωρῆσαι ἐκ τῆς πρύμνης
withdrew from the stern
ἐς μέσην νέα.
to the middle of the ship,
τὸν δὲ ἐνδύντα τε πᾶσαν τὴν σκευὴν
and he, having dressed himself in the full costume
καὶ λαβόντα τὴν κιθάρην,
and after having taken the lyre,
στάντα ἐν τοῖσι ἑδωλίοισι
standing on the afterdeck
διεξελθεῖν νόμον τὸν ὄρθιον,
he sang the whole Apollo-hymn,
τελευτῶντος δὲ τοῦ νόμου
and as soon as his song was ended
ῥῖψαί μιν ἐς τὴν θάλασσαν ἑωυτὸν
he flung himself into the sea.
ὡς εἶχε σὺν τῇ σκευῇ πάσῃ.
such as he was with his full costume.

καὶ τοὺς μὲν ἀποπλέειν ἐς Κόρινθον,
And they (the sailors) sailed on to Corinth,
τὸν δὲ δελφῖνα λέγουσι ὑπολαβόντα
but they say that a dolphin him (Arion) took (on his back)
ἐξενεῖκαι ἐπὶ Ταίναρον.
and brought to Taenarum.
ἀποβάντα δέ αὐτὸν χωρέειν ἐς Κόρινθον
Dismounted he went to Corinth
σὺν τῇ σκευῇ,
with his costume,
καὶ ἀπικόμενον
and after arriving
ἀπηγέεσθαι πᾶν τὸ γεγονός.
he told all that had happened.

Περίανδρον δὲ ὑπὸ ἀπιστίης
But Periander, out of disbelief,
Ἀρίονα μὲν ἐν φυλακῇ ἔχειν
put Arion in prison
οὐδαμῇ μετιέντα,
nowhere he let him go;
ἀνακῶς δὲ ἔχειν τῶν πορθμέων.
and he did look out for the sailors.
ὡς δὲ ἄρα παρεῖναι αὐτούς,
As soon as they appeared
κληθέντας ἱστορέεσθαι
he called them and asked
εἴ τι λέγοιεν περὶ Ἀρίονος.
if they could tell something about Arion.
φαμένων δὲ ἐκείνων ὡς εἴη τε σῶς
When they said he was safe and sound
περὶ Ἰταλίην καί μιν εὖ πρήσσοντα
in Italy and that he was doing well
λίποιεν ἐν Τάραντι,
when they left him in Tarentum,
ἐπιφανῆναί σφι τὸν Ἀρίονα
then Arion appeared before them
ὥσπερ ἔχων ἐξεπήδησε·
just as he was when he jumped (in the sea).

καὶ τοὺς ἐκπλαγέντας
And they, astonished,
οὐκ ἔχειν ἔτι ἐλεγχομένους ἀρνέεσθαι.
could not, when they again were interrogated, deny.
ταῦτα μέν νυν Κορίνθιοί τε καὶ Λέσβιοι λέγουσι,
That’s what Corinthians and Lesbians say,
καὶ Ἀρίονος ἐστὶ ἀνάθημα χάλκεον
and of Arion there is a bronze monument,
οὐ μέγα ἐπὶ Ταινάρῳ,
not big, at Taenarum,
ἐπὶ δελφῖνος ἐπὲων ἄνθρωπος.
a man, sitting upon a dolphin.

Next
Return

reageer