Go to content Go to navigation Go to search

God pronounces Judgement · 5072 dagen geleden by Ad van den Ende

14 καὶ εἶπεν κύριος ὁ θεὸς
And the Lord God said
τῷ ὄφει
to the snake:

Ὅτι ἐποίησας τοῦτο,
‘Because you have done this,
ἐπικατάρατος σὺ
you will be avoided
ἀπὸ πάντων τῶν κτηνῶν
bij all the tamed animals
καὶ ἀπὸ πάντων τῶν θηρίων
and by all the wild animals
τῆς γῆς·
of the field;

ἐπὶ τῷ στήθει σου
On your breast
καὶ τῇ κοιλίᾳ πορεύσῃ
and belly you will crawl
καὶ γῆν φάγῃ
and dust you will eat
πάσας τὰς ἡμέρας τῆς ζωῆς σου.
all the days of your life.

15 καὶ ἔχθραν θήσω
And I will put hostility
ἀνὰ μέσον σου
between you
καὶ ἀνὰ μέσον τῆς γυναικὸς
and the woman,
καὶ ἀνὰ μέσον τοῦ σπέρματός σου
and between your offspring
καὶ ἀνὰ μέσον τοῦ σπέρματος αὐτῆς·
and her offspring;
αὐτός σου τηρήσει
this (her offspring) will spy
κεφαλήν,
on your head,
καὶ σὺ τηρήσεις
and you will spy
αὐτοῦ πτέρναν.
on his (=her offspring’s) heel.’

16 καὶ τῇ γυναικὶ εἶπεν
And to the woman he said:
Πληθύνων πληθυνῶ
I will greatly increase
τὰς λύπας σου
your sorrows
καὶ τὸν στεναγμόν σου,
and your sighing,
ἐν λύπαις τέξῃ
with pain you will give birth
τέκνα·
to children;

καὶ πρὸς τὸν ἄνδρα σου
and behind your husband
ἡ ἀποστροφή σου,
will be your refuge,
καὶ αὐτός σου κυριεύσει.
and he will be your lord.’

17 τῷ δὲ Αδαμ εἶπεν
To Adam he said:
Ὅτι ἤκουσας
‘Because you listened
τῆς φωνῆς τῆς γυναικός σου
to the voice of your wife
καὶ ἔφαγες ἀπὸ τοῦ ξύλου,
and ate from the tree
οὗ ἐνετειλάμην σοι
about which I commanded you
τούτου μόνου μὴ φαγεῖν ἀπ᾽ αὐτοῦ,
only from this not to eat:
ἐπικατάρατος ἡ γῆ
cursed is the ground
ἐν τοῖς ἔργοις σου·
in your actions,
ἐν λύπαις φάγῃ αὐτὴν
in sorrows you will eat its yealds
πάσας τὰς ἡμέρας τῆς ζωῆς σου·
all the days of your life.

18 ἀκάνθας καὶ τριβόλους
Thorns and thistles
ἀνατελεῖ σοι,
it will produce for you,
καὶ φάγῃ τὸν
and you will eat
χόρτον τοῦ ἀγροῦ.
the grass of the field.

19 ἐν ἱδρῶτι τοῦ προσώπου σου
By the sweat of your face
φάγῃ τὸν ἄρτον σου
you will eat your bread,
ἕως τοῦ ἀποστρέψαι σε
until you go back
εἰς τὴν γῆν,
to the soil
ἐξ ἧς ἐλήμφθης·
out of which you were taken;
ὅτι γῆ εἶ
for soil you are,
καὶ εἰς γῆν ἀπελεύσῃ. –
and to soil you will return.’

20 καὶ ἐκάλεσεν Αδαμ
And Adam called
τὸ ὄνομα τῆς γυναικὸς αὐτοῦ Ζωή
the name of his wife Life,
ὅτι αὕτη μήτηρ
because she was mother
πάντων τῶν ζώντων.
of all the living (men).

21 Καὶ ἐποίησεν κύριος ὁ θεὸς
And the Lord God made
τῷ Αδαμ καὶ τῇ γυναικὶ αὐτοῦ
for Adam and his wife
χιτῶνας δερματίνους
clothes from skin

καὶ ἐνέδυσεν αὐτούς. –
and he clothed them.

22 καὶ εἶπεν ὁ θεός
And God said:
Ἰδοὺ Αδαμ γέγονεν
‘See, Adam has become
ὡς εἷς ἐξ ἡμῶν
like one of us
τοῦ γινώσκειν καλὸν καὶ πονηρόν,
in knowing good and bad,

καὶ νῦν μήποτε
and now, may he never
ἐκτείνῃ τὴν χεῖρα
stretch out his hand
καὶ λάβῃ τοῦ ξύλου τῆς ζωῆς
and take from the tree of life
καὶ φάγῃ
and eat
καὶ ζήσεται εἰς τὸν αἰῶνα.
and live forever.’

23 καὶ ἐξαπέστειλεν αὐτὸν
And He expelled him,
κύριος ὁ θεὸς
the Lord God,

ἐκ τοῦ παραδείσου τῆς τρυφῆς
from the garden of Eden
ἐργάζεσθαι τὴν γῆν,
to cultivate the soil
ἐξ ἧς ἐλήμφθη.
from which he had been taken.

24 καὶ ἐξέβαλεν τὸν Αδαμ
And he drove Adam out,
καὶ κατῴκισεν αὐτὸν
and did settle him
ἀπέναντι τοῦ παραδείσου τῆς τρυφῆς
opposite to the garden of Eden;
καὶ ἔταξεν τὰ χερουβιμ
and he placed the cherubim
καὶ τὴν φλογίνην ῥομφαίαν
and the flaming sword
τὴν στρεφομένην
which was wheeling round
φυλάσσειν τὴν ὁδὸν
to guard the way
τοῦ ξύλου τῆς ζωῆς.
to the tree of life.

Next
Back