Go to content Go to navigation Go to search

Joseph interprets Pharao's Dreams · 3775 dagen geleden by Ad van den Ende

Genesis 41

1 Ἐγένετο δὲ μετὰ δύο ἔτη ἡμερῶν
It happened after two years of days
Φαραω εἶδεν ἐνύπνιον.
(that) Pharaoh saw a dream.
ᾤετο ἑστάναι ἐπὶ τοῦ ποταμοῦ,
He thought to stay by the river,
2 καὶ ἰδοὺ ὥσπερ ἐκ τοῦ ποταμοῦ
and see, even as out of the river
ἀνέβαινον ἑπτὰ βόες
came up seven cows,
καλαὶ τῷ εἴδει
beautiful in appearance
καὶ ἐκλεκταὶ ταῖς σαρξὶν
and exquisite by their flesh,
καὶ ἐβόσκοντο ἐν τῷ ἄχει·
and they grazed in the reed grass.

3 ἄλλαι δὲ ἑπτὰ βόες ἀνέβαινον
And seven other cows came up
μετὰ ταύτας ἐκ τοῦ ποταμοῦ
after them out of the river,
αἰσχραὶ τῷ εἴδει
ugly in appearance
καὶ λεπταὶ ταῖς σαρξὶν
and thin in flesh,
καὶ ἐνέμοντο παρὰ τὰς βόας
and they grazed next to the cows
παρὰ τὸ χεῖλος τοῦ ποταμοῦ·
along the edge of the river,
4 καὶ κατέφαγον αἱ ἑπτὰ βόες
and they ate up, the seven cows,
αἱ αἰσχραὶ καὶ λεπταὶ ταῖς σαρξὶν
the ugly and thin in flesh,
τὰς ἑπτὰ βόας τὰς καλὰς τῷ εἴδει
the seven cows, the beautiful in appearance
καὶ τὰς ἐκλεκτάς.
and the exquisite.
ἠγέρθη δὲ Φαραω. –
And Pharaoh awoke.

5 καὶ ἐνυπνιάσθη τὸ δεύτερον,
And he fell asleep the second (time),
καὶ ἰδοὺ ἑπτὰ στάχυες
and see, seven ears of grain
ἀνέβαινον ἐν πυθμένι ἑνὶ
came up on one stalk,
ἐκλεκτοὶ καὶ καλοί·
exquisite and beautiful.

6 ἄλλοι δὲ ἑπτὰ στάχυες
And seven other ears
λεπτοὶ καὶ ἀνεμόφθοροι
thin and shrivelled by the wind
ἀνεφύοντο μετ᾽ αὐτούς·
sprouted after them.
7 καὶ κατέπιον οἱ ἑπτὰ στάχυες
And they swallowed up, the seven ears,
οἱ λεπτοὶ καὶ ἀνεμόφθοροι
the thin and shrivelled by the wind,
τοὺς ἑπτὰ στάχυας
the seven ears,
τοὺς ἐκλεκτοὺς καὶ τοὺς πλήρεις.
the exquisite and the full.
ἠγέρθη δὲ Φαραω, καὶ ἦν ἐνύπνιον.
Pharaoh awoke, and it was a dream.

8 Ἐγένετο δὲ πρωὶ
It became early in the day,
καὶ ἐταράχθη ἡ ψυχὴ αὐτοῦ,
and his spirit was troubled;
καὶ ἀποστείλας
and having sent (people)
ἐκάλεσεν πάντας τοὺς ἐξηγητὰς
he called for all the interpreters
Αἰγύπτου καὶ πάντας τοὺς σοφοὺς αὐτῆς,
of Egypt and all the wise men of it,
καὶ διηγήσατο αὐτοῖς Φαραω τὸ ἐνύπνιον,
and Pharao told them the dream,
καὶ οὐκ ἦν
and there was no one
ὁ ἀπαγγέλλων αὐτὸ τῷ Φαραω.
who did interpret them to the Pharaoh.

9 καὶ ἐλάλησεν ὁ ἀρχιοινοχόος πρὸς Φαραω
And the chief cupbearer said to Pharaoh
λέγων Τὴν ἁμαρτίαν μου ἀναμιμνῄσκω σήμερον·
saying: “My fault I mention today;
10 Φαραω ὠργίσθη τοῖς παισὶν αὐτοῦ
Pharaoh was angry with his servants,
καὶ ἔθετο ἡμᾶς ἐν φυλακῇ
and put us in custody
ἐν τῷ οἴκῳ τοῦ ἀρχιμαγείρου,
in the house of the captain of the prison,
ἐμέ τε καὶ τὸν ἀρχισιτοποιόν.
me and the chief baker.

11 καὶ εἴδομεν ἐνύπνιον ἐν νυκτὶ μιᾷ,
And we saw a dream on one night,
ἐγώ τε καὶ αὐτός,
I and he,
ἕκαστος κατὰ τὸ αὑτοῦ ἐνύπνιον εἴδομεν.
each we saw according to that of himself a dream.
12 ἦν δὲ ἐκεῖ μεθ᾽ ἡμῶν νεανίσκος
And there was with us a young man,
παῖς Εβραῖος τοῦ ἀρχιμαγείρου,
a Hebrew servant of the captain of the guard,
καὶ διηγησάμεθα αὐτῷ,
and we told him,
καὶ συνέκρινεν ἡμῖν.
and he explained (it) for us.
13 ἐγενήθη δὲ καθὼς συνέκρινεν ἡμῖν,
And it happened such as he had explained for us,
οὕτως καὶ συνέβη,
so too it turned out,
ἐμέ τε ἀποκατασταθῆναι ἐπὶ τὴν ἀρχήν μου,
both that I was restored to my office,
ἐκεῖνον δὲ κρεμασθῆναι.
and that he was hanged.”

14 Ἀποστείλας δὲ Φαραω
And Pharaoh, having sent (people)
ἐκάλεσεν τὸν Ιωσηφ,
summoned Joseph;
καὶ ἐξήγαγον αὐτὸν ἐκ τοῦ ὀχυρώματος
and they brought him out of the prison
καὶ ἐξύρησαν αὐτὸν
and they shaved him
καὶ ἤλλαξαν τὴν στολὴν αὐτοῦ,
and changed his clothes,
καὶ ἦλθεν πρὸς Φαραω.
and he came in before Pharaoh.

15 εἶπεν δὲ Φαραω τῷ Ιωσηφ
And Pharaoh said to Joseph:
Ἐνύπνιον ἑώρακα,
“I have seen a dream,
καὶ ὁ συγκρίνων αὐτό οὐκ ἔστιν ·
and who can explain it is not there;
ἐγὼ δὲ ἀκήκοα περὶ σοῦ λεγόντων
I have heard of (people) who tell about you
ἀκούσαντά σε ἐνύπνια
that you, having heard dreams,
συγκρῖναι αὐτά.
have explained them.”

16 ἀποκριθεὶς δὲ Ιωσηφ τῷ Φαραω εἶπεν
And Joseph, answering the Pharaoh, said:
Ἄνευ τοῦ θεοῦ οὐκ ἀποκριθήσεται
“Without god not will answered
τὸ σωτήριον Φαραω.
the well-being of Pharao.”

17 ἐλάλησεν δὲ Φαραω τῷ Ιωσηφ
And Pharaoh spoke to Joseph,
λέγων Ἐν τῷ ὕπνῳ μου
saying: “In my dream
ᾤμην ἑστάναι παρὰ τὸ χεῖλος τοῦ ποταμοῦ,
I thought to stay on the edge of the river;
18 καὶ ὥσπερ ἐκ τοῦ ποταμοῦ
and even as out of the river
ἀνέβαινον ἑπτὰ βόες
came up seven cows,
καλαὶ τῷ εἴδει
beautiful in appearance
καὶ ἐκλεκταὶ ταῖς σαρξὶν
and exquisite by their flesh,
καὶ ἐνέμοντο ἐν τῷ ἄχει·
and they grazed in the reed grass.

19 καὶ ἰδοὺ ἑπτὰ βόες ἕτεραι
And see, seven other cows
ἀνέβαινον ὀπίσω αὐτῶν ἐκ τοῦ ποταμοῦ
came up after them out of the river,
πονηραὶ καὶ αἰσχραὶ τῷ εἴδει
bad and ugly in appearance
καὶ λεπταὶ ταῖς σαρξίν,
and thin in flesh,
οἵας οὐκ εἶδον τοιαύτας
such as I did not see
ἐν ὅλῃ γῇ Αἰγύπτῳ αἰσχροτέρας·
in all the land of Egypt as more ugly,
20 καὶ κατέφαγον αἱ ἑπτὰ βόες
and they ate up, the seven cows,
αἱ αἰσχραὶ καὶ λεπταὶ τὰς ἑπτὰ βόας
the ugly and thin in flesh,
τὰς πρώτας
the first (ones),
τὰς καλὰς καὶ ἐκλεκτάς,
the beautiful and exquisite (ones).

21 καὶ εἰσῆλθον εἰς τὰς κοιλίας αὐτῶν
And they went into their stomachs
καὶ οὐ διάδηλοι ἐγένοντο
and it was quite not visible of them
ὅτι εἰσῆλθον εἰς τὰς κοιλίας αὐτῶν,
that they went into their stomachs,
καὶ αἱ ὄψεις αὐτῶν αἰσχραὶ
and their sights (were) ugly
καθὰ καὶ τὴν ἀρχήν.
such as also in the beginning.

ἐξεγερθεὶς δὲ ἐκοιμήθην
And after awakening I fell asleep.

22 καὶ εἶδον πάλιν ἐν τῷ ὕπνῳ μου,
and I saw again in my dream,
καὶ ὥσπερ ἑπτὰ στάχυες
and even as seven ears of grain
ἀνέβαινον ἐν πυθμένι ἑνὶ
came up on one stalk,
πλήρεις καὶ καλοί·
full and beautiful;
23 ἄλλοι δὲ ἑπτὰ στάχυες
And seven other ears
λεπτοὶ καὶ ἀνεμόφθοροι
thin and shrivelled by the wind
ἀνεφύοντο ἐχόμενοι αὐτῶν·
sprouted after them
24 καὶ κατέπιον οἱ ἑπτὰ στάχυες
and they swallowed up, the seven ears,
οἱ λεπτοὶ καὶ ἀνεμόφθοροι
thin and shrivelled by the wind,
τοὺς ἑπτὰ στάχυας
the seven ears,
τοὺς καλοὺς καὶ τοὺς πλήρεις.
the beautiful and the full.

εἶπα οὖν τοῖς ἐξηγηταῖς,
So I told (it) to the explainers,
καὶ οὐκ ἦν
and there was no one
ὁ ἀπαγγέλλων μοι.
who explained (it) to me.”

25 Καὶ εἶπεν Ιωσηφ τῷ Φαραω
And Joseph said to the Pharaoh:
Τὸ ἐνύπνιον Φαραω ἕν ἐστιν·
“The dream(s) of Pharaoh are one;
ὅσα ὁ θεὸς ποιεῖ,
what god is about to do
ἔδειξεν τῷ Φαραω.
he let see to the Pharao.

26 αἱ ἑπτὰ βόες αἱ καλαὶ
The seven cows, the beautiful (one’s),
ἑπτὰ ἔτη ἐστίν,
are seven years,
καὶ οἱ ἑπτὰ στάχυες οἱ καλοὶ
and the seven ears, the beautiful (one’s),
ἑπτὰ ἔτη ἐστίν·
are seven years,
τὸ ἐνύπνιον Φαραω ἕν ἐστιν.
the dream(s) of Pharaoh are one.

27 καὶ αἱ ἑπτὰ βόες
And the seven cows,
αἱ λεπταὶ αἱ ἀναβαίνουσαι
the thin (one’s), that came up
ὀπίσω αὐτῶν
after them
ἑπτὰ ἔτη ἐστίν,
are seven years,
καὶ οἱ ἑπτὰ στάχυες
and the seven ears,
οἱ λεπτοὶ καὶ ἀνεμόφθοροι
the thin and shrivelled by the wind
ἔσονται ἑπτὰ ἔτη λιμοῦ.
will be seven years of famine.

28 τὸ δὲ ῥῆμα, ὃ εἴρηκα Φαραω
(This is) the word that I told Pharaoh.
Ὅσα ὁ θεὸς ποιεῖ
What god is about to do
ἔδειξεν τῷ Φαραω,
he has shown to Pharaoh;
29 ἰδοὺ ἑπτὰ ἔτη ἔρχεται
See, during seven years will come
εὐθηνία πολλὴ ἐν πάσῃ γῇ Αἰγύπτῳ·
great abundance in all the land Egypt;
30 ἥξει δὲ ἑπτὰ ἔτη
and there will come seven years
λιμοῦ μετὰ ταῦτα,
of famine after them,
καὶ ἐπιλήσονται τῆς πλησμονῆς
and they will forget the abundance
ἐν ὅλῃ γῇ Αἰγύπτῳ,
in whole the land Egypt
καὶ ἀναλώσει ὁ λιμὸς τὴν γῆν,
and the famine will consume the land,
31 καὶ οὐκ ἐπιγνωσθήσεται
and not will be recognized
ἡ εὐθηνία ἐπὶ τῆς γῆς
the abundance in the land
ἀπὸ τοῦ λιμοῦ τοῦ ἐσομένου
because of the famine that will be
μετὰ ταῦτα· ἰσχυρὸς γὰρ ἔσται σφόδρα.
ater that, for it will be very violent.

32 περὶ δὲ τοῦ δευτερῶσαι
And as to the recurrence
τὸ ἐνύπνιον Φαραω δίς,
of Pharaoh’s dream, twice,
ὅτι ἀληθὲς ἔσται τὸ ῥῆμα
(this means) that the thing real will be
τὸ παρὰ τοῦ θεοῦ,
from the side of God,
καὶ ταχυνεῖ ὁ θεὸς
and god will hurry
τοῦ ποιῆσαι αὐτό.
to do this.”

33 νῦν οὖν σκέψαι
So now you must look out for
ἄνθρωπον φρόνιμον καὶ συνετὸν
a man, sensible and wise,
καὶ κατάστησον αὐτὸν
and you must appoint him
ἐπὶ γῆς Αἰγύπτου·
over the land of Egypt.
34 καὶ ποιησάτω Φαραω
And Pharao must do (this)
καὶ καταστησάτω τοπάρχας
and he must appoint overseers
ἐπὶ τῆς γῆς,
over the land,
καὶ ἀποπεμπτωσάτωσαν
and they must take one-fifth of
πάντα τὰ γενήματα τῆς γῆς Αἰγύπτου
all the products of the land Egypt
τῶν ἑπτὰ ἐτῶν τῆς εὐθηνίας.
of the seven years of the abundance.

35 καὶ συναγαγέτωσαν
And they must gather
πάντα τὰ βρώματα
all the food
τῶν ἑπτὰ ἐτῶν τῶν ἐρχομένων
of the seven coming years,
τῶν καλῶν τούτων,
those beautiful one’s.
καὶ συναχθήτω ὁ σῖτος
And the grain must be collected
ὑπὸ χεῖρα Φαραω,
under the authority of Pharaoh,
βρώματα ἐν ταῖς πόλεσιν φυλαχθήτω·
for food in the cities it must be saved.

36 καὶ ἔσται τὰ βρώματα
And the food will be
πεφυλαγμένα τῇ γῇ
reserved for the land
εἰς τὰ ἑπτὰ ἔτη τοῦ λιμοῦ,
for the seven years of the famine,
ἃ ἔσονται ἐν γῇ Αἰγύπτῳ,
that will be in (the) land Egypt,
καὶ οὐκ ἐκτριβήσεται
and not will be rubbed out
ἡ γῆ ἐν τῷ λιμῷ.
the land by the hunger.”

37 Ἤρεσεν δὲ τὰ ῥήματα ἐναντίον Φαραω
The words did find favour with Pharao
καὶ ἐναντίον πάντων τῶν παίδων αὐτοῦ,
and with all his servants,
38 καὶ εἶπεν Φαραω
and Pharaoh said
πᾶσιν τοῖς παισὶν αὐτοῦ
to all his servants:
Μὴ εὑρήσομεν
“We will not likely find
ἄνθρωπον τοιοῦτον,
a man like this one,
ὃς ἔχει πνεῦμα θεοῦ ἐν αὐτῷ;
who has the spirit of god in him?”

39 εἶπεν δὲ Φαραω τῷ Ιωσηφ
And Pharaoh said to Joseph
Ἐπειδὴ ἔδειξεν ὁ θεός σοι πάντα ταῦτα,
“Since God has shown you all this,
οὐκ ἔστιν ἄνθρωπος φρονιμώτερος
there is no man more sensible
καὶ συνετώτερός σου·
and more wise than you.
40 σὺ ἔσῃ ἐπὶ τῷ οἴκῳ μου,
You shall be over my house,
καὶ ἐπὶ τῷ στόματί σου
and to your command
ὑπακούσεται πᾶς ὁ λαός μου·
shall obey all my people;
πλὴν τὸν θρόνον.
only with regard to the throne
ὑπερέξω σου ἐγώ.
I will rise above you.”

41 εἶπεν δὲ Φαραω τῷ Ιωσηφ
And Pharaoh said to Joseph:
Ἰδοὺ καθίστημί σε σήμερον
“See, I set you today
ἐπὶ πάσης γῆς Αἰγύπτου.
over all the land of Egypt.”
42 καὶ περιελόμενος Φαραω
And Pharaoh, after removing
τὸν δακτύλιον ἀπὸ τῆς χειρὸς αὐτοῦ
the signet ring from his hand,
περιέθηκεν αὐτὸν ἐπὶ τὴν χεῖρα Ιωσηφ
put it Joseph on his hand
καὶ ἐνέδυσεν αὐτὸν στολὴν βυσσίνην
and he put on him a robe of fine linen
καὶ περιέθηκεν κλοιὸν χρυσοῦν
and put a gold chain
περὶ τὸν τράχηλον αὐτοῦ·
around his neck,
43 καὶ ἀνεβίβασεν αὐτὸν
and he let him ascend
ἐπὶ τὸ ἅρμα τὸ δεύτερον τῶν αὐτοῦ,
on the second chariot of those of him,
καὶ ἐκήρυξεν ἔμπροσθεν αὐτοῦ κῆρυξ·
and a herald announced in front of him,
καὶ κατέστησεν αὐτὸν ἐφ᾽ ὅλης γῆς Αἰγύπτου.
and he appointed him over all the land of Egypt.

44 εἶπεν δὲ Φαραω τῷ Ιωσηφ
And Pharaoh said to Joseph:
Ἐγὼ Φαραω· ἄνευ σοῦ
“I am Pharaoh, and without you
οὐκ ἐξαρεῖ οὐθεὶς τὴν χεῖρα αὐτοῦ
no one shall lift up his hand
ἐπὶ πάσῃ γῇ Αἰγύπτου.
in all the land of Egypt.”

45 καὶ ἐκάλεσεν Φαραω
And Pharaoh named Joseph
τὸ ὄνομα Ιωσηφ Ψονθομφανηχ·
the name of Joseph Zaphenath-paneah;
καὶ ἔδωκεν αὐτῷ
and he gave him
τὴν Ασεννεθ θυγατέρα Πετεφρη
Asenath daughter of Potiphera,
ἱερέως Ἡλίου πόλεως αὐτῷ γυναῖκα.
priest of Heliopolis, as his wife.

46 Ιωσηφ δὲ ἦν ἐτῶν τριάκοντα,
Joseph was thirty years (old)
ὅτε ἔστη ἐναντίον Φαραω
when he stood facing Pharao,
βασιλέως Αἰγύπτου.
king of Egypt.

Ἐξῆλθεν δὲ Ιωσηφ ἐκ προσώπου Φαραω
And Joseph went out from the presence of Pharaoh,
καὶ διῆλθεν πᾶσαν γῆν Αἰγύπτου.
and went through all the land of Egypt.

47 καὶ ἐποίησεν ἡ γῆ
And the earth produced
ἐν τοῖς ἑπτὰ ἔτεσιν τῆς εὐθηνίας δράγματα·
in the seven years of the abundance abundantly.

48 καὶ συνήγαγεν πάντα τὰ βρώματα
And he gathered up all the food
τῶν ἑπτὰ ἐτῶν,
of the seven years,
ἐν οἷς ἦν ἡ εὐθηνία
in which there was the abundance
ἐν γῇ Αἰγύπτου
in the land of Egypt,
καὶ ἔθηκεν τὰ βρώματα ἐν ταῖς πόλεσιν,
and stored up the food in the cities,
βρώματα τῶν πεδίων τῆς πόλεως
the food from the fields of the city
τῶν κύκλῳ αὐτῆς
(which laid) around it
ἔθηκεν ἐν αὐτῇ.
he stored up in it.

49 καὶ συνήγαγεν Ιωσηφ σῖτον
And Joseph stored up grain
ὡσεὶ τὴν ἄμμον τῆς θαλάσσης
like the sand of the sea,
πολὺν σφόδρα,
very much,
ἕως οὐκ ἠδύναντο ἀριθμῆσαι,
until they could not count (it),
οὐ γὰρ ἦν ἀριθμός.
because there was not a number.

50 Τῷ δὲ Ιωσηφ ἐγένοντο υἱοὶ δύο
And for Joseph were born two sons
πρὸ τοῦ ἐλθεῖν τὰ ἑπτὰ ἔτη τοῦ λιμοῦ,
before came the seven years of the famine,
οὓς ἔτεκεν αὐτῷ Ασεννεθ
whom Asenath bore to him,
θυγάτηρ Πετεφρη ἱερέως Ἡλίου πόλεως.
daughter of Potiphera, priest of Heliopolis.
51 ἐκάλεσεν δὲ Ιωσηφ τὸ ὄνομα
And Joseph named the name
τοῦ πρωτοτόκου Μανασση,
of the firstborn Manasseh:
ὅτι Ἐπιλαθέσθαι με ἐποίησεν ὁ θεὸς
“For God has made me forget
πάντων τῶν πόνων μου
all my distresses
καὶ πάντων τῶν τοῦ πατρός μου.
and all those of my father.”
52 τὸ δὲ ὄνομα τοῦ δευτέρου
And the name of the second
ἐκάλεσεν Εφραιμ,
he named Ephraim:
ὅτι ὕψωσέν με ὁ θεὸς
“For God has raised me
ἐν γῇ ταπεινώσεώς μου.
in the land of my humiliation.”

53 Παρῆλθον δὲ τὰ ἑπτὰ ἔτη τῆς εὐθηνίας,
They went by, the seven years of the abundance,
ἃ ἐγένοντο ἐν γῇ Αἰγύπτῳ,
that were in the land Egypt,
54 καὶ ἤρξαντο τὰ ἑπτὰ ἔτη τοῦ λιμοῦ ἔρχεσθαι,
and the seven years of the famine began to come,
καθὰ εἶπεν Ιωσηφ.
just as Joseph had said,
καὶ ἐγένετο λιμὸς ἐν πάσῃ τῇ γῇ,
and there originated famine in all the land,
ἐν δὲ πάσῃ γῇ Αἰγύπτου
in all the land of Egypt
οὐκ ἦσαν ἄρτοι.
there were no loafs of bread.

55 καὶ ἐπείνασεν πᾶσα ἡ γῆ Αἰγύπτου,
And all the land of Egypt starved,
ἐκέκραξεν δὲ ὁ λαὸς
and the people screamed
πρὸς Φαραω περὶ ἄρτων·
to Pharaoh for bread.
εἶπεν δὲ Φαραω πᾶσι τοῖς Αἰγυπτίοις
And Pharaoh said to all the Egyptians:
Πορεύεσθε πρὸς Ιωσηφ,
“Go to Joseph,
καὶ ὃ ἐὰν εἴπῃ ὑμῖν, ποιήσατε.
and what he says to you, you must do.”
56 καὶ ὁ λιμὸς ἦν
And the hunger was
ἐπὶ προσώπου πάσης τῆς γῆς·
over all the land.
ἀνέῳξεν δὲ Ιωσηφ
And Joseph opened
πάντας τοὺς σιτοβολῶνας
all the grainsheds
καὶ ἐπώλει πᾶσι τοῖς Αἰγυπτίοις.
and sold to all the Egyptians.
57 καὶ πᾶσαι αἱ χῶραι ἦλθον εἰς Αἴγυπτον
And all the lands came to Egypt
ἀγοράζειν πρὸς Ιωσηφ·
to buy (grain) from Joseph,
ἐπεκράτησεν γὰρ ὁ λιμὸς
because the hunger dominated
ἐν πάσῃ τῇ γῇ.
throughout the earth.

Next
Return

reageer