Human disobedience · 5078 dagen geleden by Ad van den Ende
Genesis 3
1 Ὁ δὲ ὄφις ἦν
The snake was
φρονιμώτατος
the cleverest
πάντων τῶν θηρίων
of all the wild animals
τῶν ἐπὶ τῆς γῆς,
on the earth,
ὧν ἐποίησεν κύριος ὁ θεός·
that the Lord God made.
καὶ εἶπεν ὁ ὄφις
And the snake said
γυναικί
to the woman,
Τί ὅτι εἶπεν ὁ θεός
‘Why said God:
Οὐ μὴ φάγητε
‘You must not eat
ἀπὸ παντὸς ξύλου
from any tree
τοῦ ἐν τῷ παραδείσῳ;
in the garden?’
2 καὶ εἶπεν ἡ γυνὴ
And the woman said
τῷ ὄφει
to the snake:
Ἀπὸ καρποῦ ξύλου
‘Of the fruit from (every) tree
τοῦ παραδείσου φαγόμεθα,
of the garden we eat;
3 ἀπὸ δὲ καρποῦ τοῦ ξύλου,
but of the fruit of the tree
ὅ ἐστιν ἐν μέσῳ τοῦ παραδείσου,
that is in the middle of the garden
εἶπεν ὁ θεός
God said,
Οὐ φάγεσθε ἀπ᾽ αὐτοῦ
‘You do not eat from it,
οὐδὲ μὴ ἅψησθε αὐτοῦ,
and even you must not touch it,
ἵνα μὴ ἀποθάνητε.
in order that you not will dy.’
4 καὶ εἶπεν ὁ ὄφις
The snake said
τῇ γυναικί
to the woman:
Οὐ θανάτῳ ἀποθανεῖσθε·
‘You will not die a death,
5 ᾔδει γὰρ ὁ θεὸς ὅτι
for God knew that
ἐν ᾗ ἂν ἡμέρᾳ φάγητε ἀπ᾽ αὐτοῦ,
on the day when you eat from it
διανοιχθήσονται ὑμῶν οἱ ὀφθαλμοί,
your eyes will be opened
καὶ ἔσεσθε ὡς θεοὶ
and you will be like Gods,
γινώσκοντες καλὸν καὶ πονηρόν.
knowing good and bad.’
6 καὶ εἶδεν ἡ γυνὴ
And he woman saw
ὅτι καλὸν τὸ ξύλον εἰς βρῶσιν
that the tree (is) good for food,
καὶ ὅτι ἀρεστὸν
and that (it is) very well
τοῖς ὀφθαλμοῖς ἰδεῖν
for the eyes to see
καὶ ὡραῖόν ἐστιν,
and that it is suitable
τοῦ κατανοῆσαι
to know (good and bad),
καὶ λαβοῦσα
and after taking (some of)
τοῦ καρποῦ αὐτοῦ ἔφαγεν·
its fruit she ate it.
καὶ ἔδωκεν καὶ
And she also gave (some of it)
τῷ ἀνδρὶ αὐτῆς
to her husband
μετ᾽ αὐτῆς, καὶ ἔφαγον.
(who was) with her, and he ate.
7 καὶ διηνοίχθησαν
And they were opened,
οἱ ὀφθαλμοὶ τῶν δύο,
the eyes of the two,
καὶ ἔγνωσαν ὅτι γυμνοὶ ἦσαν,
and they knew they were naked,
καὶ ἔρραψαν
and they sewed together
φύλλα συκῆς
leaves of the fig
καὶ ἐποίησαν ἑαυτοῖς
and made for themselves
περιζώματα.
coverings.
8 Καὶ ἤκουσαν τὴν φωνὴν
And they heard the voice
κυρίου τοῦ θεοῦ
of the Lord God
περιπατοῦντος ἐν τῷ παραδείσῳ
walking about in the garden
τὸ δειλινόν,
in the evening,
καὶ ἐκρύβησαν
and they hid,
ὅ τε Αδαμ καὶ ἡ γυνὴ αὐτοῦ
Adam and his wife,
ἀπὸ προσώπου κυρίου τοῦ θεοῦ
from the face of the Lord God
ἐν μέσῳ τοῦ ξύλου.
in the midst of the trees
τοῦ παραδείσου
of the garden.
9 καὶ ἐκάλεσεν κύριος ὁ θεὸς
And the Lord God called
τὸν Αδαμ καὶ εἶπεν αὐτῷ
Adam and said to him:
Αδαμ, ποῦ εἶ;
‘Adam, where are you?’
10 καὶ εἶπεν αὐτῷ
And he said to him:
Τὴν φωνήν σου ἤκουσα
‘Your voice I heard,
περιπατοῦντος
while you was walking about
ἐν τῷ παραδείσῳ
in the garden,
καὶ ἐφοβήθην,
and I was afraid
ὅτι γυμνός εἰμι,
because I am naked,
καὶ ἐκρύβην.
and I hid.’
11 καὶ εἶπεν αὐτῷ
And he (God) said to him:
Τίς ἀνήγγειλέν σοι
‘Who told you
ὅτι γυμνὸς εἶ;
that you are naked?
μὴ ἀπὸ τοῦ ξύλου,
Surely not from the tree
οὗ ἐνετειλάμην σοι
that I commanded you
τούτου μόνου μὴ φαγεῖν ἀπ᾽ αὐτοῦ,
only from that not to eat,
ἔφαγες;
you did eat?’
12 καὶ εἶπεν ὁ Αδαμ
And Adam said:
Ἡ γυνή, ἣν ἔδωκας μετ᾽ ἐμοῦ,
‘The woman whom you gave me,
αὕτη μοι ἔδωκεν
she gave me (some fruit)
ἀπὸ τοῦ ξύλου, καὶ ἔφαγον.
from the tree, and I ate.’
13 καὶ εἶπεν κύριος ὁ θεὸς
And the Lord God said
τῇ γυναικί
to the woman:
Τί τοῦτο ἐποίησας;
‘Why did you do this?’
καὶ εἶπεν ἡ γυνή
And the woman said:
Ὁ ὄφις ἠπάτησέν με,
‘The snake tricked me,
καὶ ἔφαγον.
and I ate.’