Go to content Go to navigation Go to search

The missing cup · 1398 dagen geleden by Ad van den Ende

Genesis 44

1 Καὶ ἐνετείλατο Ιωσηφ
And Joseph commanded
τῷ ὄντι ἐπὶ τῆς οἰκίας αὐτοῦ λέγων
the head of his house, saying
Πλήσατε τοὺς μαρσίππους
“Fill the sacks
τῶν ἀνθρώπων βρωμάτων,
of the men with food,
ὅσα ἐὰν δύνωνται ἆραι,
as much as they can lift,
καὶ ἐμβάλατε ἑκάστου τὸ ἀργύριον
and put each man’s money
ἐπὶ τοῦ στόματος τοῦ μαρσίππου
in the opening of the sack.
2 καὶ τὸ κόνδυ μου τὸ ἀργυροῦν
And my cup, the silver one,
ἐμβάλατε εἰς τὸν μάρσιππον τοῦ νεωτέρου
put it in the sack of the younger one,
καὶ τὴν τιμὴν τοῦ σίτου αὐτοῦ.
and his amount for the grain.”
ἐγενήθη δὲ
And it happened
κατὰ τὸ ῥῆμα Ιωσηφ,
according to the word of Joseph
καθὼς εἶπεν.
as he had told him.

3 τὸ πρωὶ
Early in the morning
διέφαυσεν,
the light became visible,
καὶ οἱ ἄνθρωποι ἀπεστάλησαν,
and the men went their way,
αὐτοὶ καὶ οἱ ὄνοι αὐτῶν.
they and their donkeys.

4 ἐξελθόντων δὲ αὐτῶν τὴν πόλιν
After they had left the town
[οὐκ ἀπέσχον μακράν]
[they were not far away]
καὶ Ιωσηφ εἶπεν
and Joseph said
τῷ ἐπὶ τῆς οἰκίας αὐτοῦ
to the head of his house:
Ἀναστὰς
After getting on your feet
ἐπιδίωξον ὀπίσω τῶν ἀνθρώπων
follow after the men
καὶ καταλήμψῃ αὐτοὺς
and overtake them,
καὶ ἐρεῖς αὐτοῖς
and you will say to them:
Τί ὅτι ἀνταπεδώκατε
‘Why did you give back
πονηρὰ ἀντὶ καλῶν;
evil for good?
5 ἵνα τί ἐκλέψατέ μου
Why have you stolen from me
τὸ κόνδυ τὸ ἀργυροῦν;
the silver cup?
οὐ τοῦτό ἐστιν,
Is it not this one
ἐν ᾧ πίνει ὁ κύριός μου;
out of which my lord drinks?
αὐτὸς δὲ οἰωνισμῷ
He does with an omen
οἰωνίζεται ἐν αὐτῷ.
prophecies in it.
πονηρὰ συντετέλεσθε,
As bad things you have performed
ἃ πεποιήκατε.
that what you have done.‘”

6 εὑρὼν δὲ αὐτοὺς εἶπεν αὐτοῖς
After finding them he said them
κατὰ τὰ ῥήματα ταῦτα.
according to those words.

7 οἱ δὲ εἶπον αὐτῷ
They said to him,
Ἵνα τί λαλεῖ ὁ κύριος
“Why does the lord speak
κατὰ τὰ ῥήματα ταῦτα;
according to those words?
μὴ γένοιτο τοῖς παισίν σου
Far be it from your servants
ποιῆσαι κατὰ τὸ ῥῆμα τοῦτο.
to do according to that thing!
8 εἰ τὸ μὲν ἀργύριον,
If the money
ὃ εὕρομεν ἐν τοῖς μαρσίπποις ἡμῶν,
that we found in our sacks
ἀπεστρέψαμεν πρὸς σὲ
we brought back to you
ἐκ γῆς Χανααν,
from the land of Canaan,
πῶς ἂν κλέψαιμεν
how then should we steal
ἐκ τοῦ οἴκου τοῦ κυρίου σου
from the house of your lord
ἀργύριον ἢ χρυσίον;
silver or gold?
9 παρ᾽ ᾧ ἂν εὑρεθῇ
With whom he will be found,
τὸ κόνδυ τῶν παίδων σου,
the cup, of your servants,
ἀποθνῃσκέτω·
he must die;
καὶ ἡμεῖς δὲ ἐσόμεθα παῖδες
and we will be slaves
τῷ κυρίῳ ἡμῶν.
of our lord.”

10 ὁ δὲ εἶπεν
And he said:
Καὶ νῦν ὡς λέγετε,
“And now, as you say,
οὕτως ἔσται·
so it will be.
ὁ ἄνθρωπος,
The man,
παρ᾽ ᾧ ἂν εὑρεθῇ τὸ κόνδυ,
with whom the cup will be found,
αὐτὸς ἔσται μου παῖς,
he will be my slave,
ὑμεῖς δὲ ἔσεσθε καθαροί.
and you will be guiltless.”

11 καὶ ἔσπευσαν καὶ καθεῖλαν
And they hurried and took down,
ἕκαστος τὸν μάρσιππον αὐτοῦ
everyone, his sack
ἐπὶ τὴν γῆν
on the ground.
καὶ ἤνοιξαν ἕκαστος
and each opened
τὸν μάρσιππον αὐτοῦ.
his sack.
12 ἠρεύνα δὲ
And he searched,
ἀπὸ τοῦ πρεσβυτέρου ἀρξάμενος
with the eldest beginning,
ἕως ἦλθεν ἐπὶ τὸν νεώτερον,
until he came with the youngest,
καὶ εὗρεν τὸ κόνδυ
and he found the cup
ἐν τῷ μαρσίππῳ τῷ Βενιαμιν.
in the sack of Benjamin.
13 καὶ διέρρηξαν τὰ ἱμάτια αὐτῶν
And they tore their clothes,
καὶ ἐπέθηκαν ἕκαστος
and each one loaded
τὸν μάρσιππον αὐτοῦ ἐπὶ τὸν ὄνον αὐτοῦ
his sack on his donkey,
καὶ ἐπέστρεψαν εἰς τὴν πόλιν.
and they returned to the town.

14 Εἰσῆλθεν δὲ Ιουδας
Judah went in,
καὶ οἱ ἀδελφοὶ αὐτοῦ πρὸς Ιωσηφ
(he) and his brothers to (the house of) Joseph,
ἔτι αὐτοῦ ὄντος ἐκεῖ
while he was still there,
καὶ ἔπεσον ἐναντίον αὐτοῦ ἐπὶ τὴν γῆν.
and they fell before him to the ground.

15 εἶπεν δὲ αὐτοῖς Ιωσηφ
Joseph said to them:
Τί τὸ πρᾶγμα τοῦτο, ὃ ἐποιήσατε;
“What is this deed, that you have done?
οὐκ οἴδατε ὅτι οἰωνισμῷ
Do you not know that with an omen
οἰωνιεῖται ἄνθρωπος οἷος ἐγώ;
will predict a man such as I?”

16 εἶπεν δὲ Ιουδας
And Judah said:
Τί ἀντεροῦμεν τῷ κυρίῳ
“What shall we answer to the lord,
ἢ τί λαλήσωμεν
or what can we say,
ἢ τί δικαιωθῶμεν;
or with what we may justify ourselves?
ὁ δὲ θεὸς εὗρεν τὴν ἀδικίαν
God found the injustice
τῶν παίδων σου.
of your servants.
ἰδού ἐσμεν οἰκέται τῷ κυρίῳ ἡμῶν,
See, we are slaves of our lord,
καὶ ἡμεῖς καὶ
both we and (the one)
παρ᾽ ᾧ εὑρέθη τὸ κόνδυ.
with whom has been found the cup.”

17 εἶπεν δὲ Ιωσηφ
But Joseph said:
Μή μοι γένοιτο
“May not happen for me
ποιῆσαι τὸ ῥῆμα τοῦτο·
to do that thing!
ὁ ἄνθρωπος,
The man,
παρ᾽ ᾧ εὑρέθη τὸ κόνδυ,
with whom the cup was found,
αὐτὸς ἔσται μου παῖς,
he shall be for me a slave,
ὑμεῖς δὲ ἀνάβητε
but you, go up
μετὰ σωτηρίας πρὸς τὸν πατέρα ὑμῶν.
in peace to your father.

Judah pleads for Benjamin

18 Ἐγγίσας δὲ αὐτῷ
Having come nearer to him,
Ιουδας εἶπεν Δέομαι, κύριε,
Judah said: “I askyou, lord,
λαλησάτω ὁ παῖς σου
May your servant say
ῥῆμα ἐναντίον σου,
a word to you,
καὶ μὴ θυμωθῇς τῷ παιδί σου,
and do not be angry with your servant,
ὅτι σὺ εἶ μετὰ Φαραω.
for you are like Pharaoh.

19 κύριε, σὺ ἠρώτησας
Lord, you asked
τοὺς παῖδάς σου λέγων
your servants, saying:
Εἰ ἔχετε πατέρα ἢ ἀδελφόν;
‘‘Have you a father or a brother?’
20 καὶ εἴπαμεν τῷ κυρίῳ
And we said to the lord:
Ἔστιν ἡμῖν πατὴρ πρεσβύτερος
‘We have an older father,
καὶ παιδίον νεώτερον
and a younger son,
γήρως αὐτῷ,
the child of his old age,
καὶ ὁ ἀδελφὸς αὐτοῦ ἀπέθανεν,
and his brother is dead;
αὐτὸς δὲ μόνος ὑπελείφθη
he alone is left
τῇ μητρὶ αὐτοῦ,
for his mother,
ὁ δὲ πατὴρ αὐτὸν ἠγάπησεν.
and the father loves him.
21 εἶπας δὲ τοῖς παισίν σου
And you said to your servants:
Καταγάγετε αὐτὸν πρός με,
‘Bring him down to me, ‘
καὶ ἐπιμελοῦμαι αὐτοῦ.
and I shall take care of him.’
22 καὶ εἴπαμεν τῷ κυρίῳ
And we said to the lord,
Οὐ δυνήσεται τὸ παιδίον καταλιπεῖν
‘The boy cannot leave
τὸν πατέρα· ἐὰν δὲ καταλίπῃ
the father; if he should leave
τὸν πατέρα, ἀποθανεῖται.
the father, he (the father) would die.
23 σὺ δὲ εἶπας τοῖς παισίν σου
But you said to your servants:
Ἐὰν μὴ καταβῇ
‘If not comes down
ὁ ἀδελφὸς ὑμῶν ὁ νεώτερος μεθ᾽ ὑμῶν,
your younger brother with you,
οὐ προσθήσεσθε ἔτι ἰδεῖν
you shall not go further to see ‘
τὸ πρόσωπόν μου.
my face.’

24 ἐγένετο δὲ ἡνίκα ἀνέβημεν
And it happened when we had gone up
πρὸς τὸν παῖδά σου
to your servant,
πατέρα δὲ ἡμῶν,
our father,
ἀπηγγείλαμεν αὐτῷ
we reported him
τὰ ῥήματα τοῦ κυρίου.
the words of the lord.

25 εἶπεν δὲ ἡμῖν ὁ πατὴρ ἡμῶν
And our father said to us:
Βαδίσατε πάλιν,
‘Go again,
ἀγοράσατε ἡμῖν μικρὰ βρώματα.
buy us a little food.’
26 ἡμεῖς δὲ εἴπαμεν
And we said:
Οὐ δυνησόμεθα καταβῆναι·
‘We will not can go down,
ἀλλ᾽ εἰ μὲν ὁ ἀδελφὸς ἡμῶν ὁ νεώτερος
but if our youngest brother
καταβαίνει μεθ᾽ ἡμῶν,
goes down with us,
καταβησόμεθα·
we will go down.
οὐ γὰρ δυνησόμεθα
For we will not can
ἰδεῖν τὸ πρόσωπον τοῦ ἀνθρώπου,
see the face of the man
τοῦ ἀδελφοῦ τοῦ νεωτέρου
if our youngest brother
μὴ ὄντος μεθ᾽ ἡμῶν.
is not with us.’

27 εἶπεν δὲ ὁ παῖς σου
And he said, your servant,
ὁ πατὴρ ἡμῶν πρὸς ἡμᾶς
my father, to us:
Ὑμεῖς γινώσκετε ὅτι δύο ἔτεκέν μοι ἡ γυνή·
‘You know that my wife bore me two (sons);
28 καὶ ἐξῆλθεν ὁ εἷς ἀπ᾽ ἐμοῦ,
and one has gone away from me,
καὶ εἴπατε ὅτι
and you said:
θηριόβρωτος γέγονεν,
‘He has been eaten by wild animals,
καὶ οὐκ εἶδον αὐτὸν ἔτι καὶ νῦν·
and I have not seen him until now.
29 ἐὰν οὖν λάβητε καὶ τοῦτον
If you will take him also
ἐκ προσώπου μου
away from my face,
καὶ συμβῇ αὐτῷ μαλακία ἐν τῇ ὁδῷ,
and harm will come over him on the way,
καὶ κατάξετέ μου τὸ γῆρας
you will bring down my old age
μετὰ λύπης εἰς ᾅδου.
in sorrow to Hades.’

30 νῦν οὖν ἐὰν εἰσπορεύωμαι
Now therefore, when I travel
πρὸς τὸν παῖδά σου πατέρα δὲ ἡμῶν
to your servant, our father,
καὶ τὸ παιδάριον μὴ ᾖ μεθ᾽ ἡμῶν
and the boy will not be with us,
(ἡ δὲ ψυχὴ αὐτοῦ ἐκκρέμαται
(and his life is dependent
ἐκ τῆς τούτου ψυχῆσ),
on the life of him),
31 καὶ ἔσται ἐν τῷ ἰδεῖν αὐτὸν
and it will be, when he sees
μὴ ὂν τὸ παιδάριον μεθ᾽ ἡμῶν
that the boy is not with us,
τελευτήσει,
that he will die;
καὶ κατάξουσιν οἱ παῖδές σου
and your servants will bring down
τὸ γῆρας τοῦ παιδός σου
the old age of your servant,
πατρὸς δὲ ἡμῶν μετ᾽ ὀδύνης εἰς ᾅδου.
our father, with sorrow to Hades.
32 ὁ γὰρ παῖς σου ἐκδέδεκται
For your servant has received
τὸ παιδίον παρὰ τοῦ πατρὸς λέγων
the boy from my father, saying:
Ἐὰν μὴ ἀγάγω αὐτὸν πρὸς σὲ
‘If I will not bring him to you,
καὶ στήσω αὐτὸν ἐναντίον σου,
and will (not) set him facing you,
ἡμαρτηκὼς ἔσομαι
then I will have failt
πρὸς τὸν πατέρα
in regard to the father
πάσας τὰς ἡμέρας.
all the days (of my life).
33 νῦν οὖν παραμενῶ σοι
Now therefore, I will stay with you
παῖς ἀντὶ τοῦ παιδίου,
as a slave in place of the boy,
οἰκέτης τοῦ κυρίου·
as servant of the lord;
τὸ δὲ παιδίον ἀναβήτω μετὰ τῶν ἀδελφῶν.
and the boy must go up with the brothers.
34 πῶς γὰρ ἀναβήσομαι
For how will I go up
πρὸς τὸν πατέρα,
to the father
τοῦ παιδίου μὴ ὄντος μεθ᾽ ἡμῶν;
if the boy is not with us?
ἵνα μὴ ἴδω τὰ κακά,
May I not see the misery
ἃ εὑρήσει τὸν πατέρα μου.
that will strike my father.”

Next
Return

reageer