Joseph’s brothers go to Egypt to buy Corn. · 4055 dagen geleden by Ad van den Ende
Genesis 42, 1-24
1 Ἰδὼν δὲ Ιακωβ ὅτι ἔστιν πρᾶσις ἐν Αἰγύπτῳ,
When Jacob heard that there was sale in Egypt
εἶπεν τοῖς υἱοῖς αὐτοῦ
he said to his sons:
Ἵνα τί ῥᾳθυμεῖτε;
“Why are you indifferent?
2 ἰδοὺ ἀκήκοα ὅτι ἔστιν σῖτος ἐν Αἰγύπτῳ·
See, I have heard that there is grain in Egypt;
κατάβητε ἐκεῖ καὶ πρίασθε ἡμῖν
go down to there and buy for us
μικρὰ βρώματα,
little quantities of food,
ἵνα ζῶμεν καὶ μὴ ἀποθάνωμεν.
so that we may live and not die.”
3 κατέβησαν δὲ οἱ ἀδελφοὶ Ιωσηφ οἱ δέκα
And they went down, the brothers of Joseph, the ten,
πρίασθαι σῖτον ἐξ Αἰγύπτου·
to buy grain out of Egypt.
4 τὸν δὲ Βενιαμιν τὸν ἀδελφὸν Ιωσηφ
But Benjamin, the brother of Joseph,
οὐκ ἀπέστειλεν μετὰ τῶν ἀδελφῶν αὐτοῦ·
he did not send with his brothers.
εἶπεν γάρ
For he said:
Μή ποτε
“To prevent that ever
συμβῇ αὐτῷ μαλακία.
harm might come to him.“
5 Ἦλθον δὲ οἱ υἱοὶ Ισραηλ ἀγοράζειν
And the sons of Israel came to buy
μετὰ τῶν ἐρχομένων·
with (the other people) who came.
ἦν γὰρ ὁ λιμὸς ἐν γῇ Χανααν.
For the hunger was in the land of Canaan.
6 Ιωσηφ δὲ ἦν ἄρχων τῆς γῆς,
And Joseph was ruler of the land;
οὗτος ἐπώλει παντὶ τῷ λαῷ τῆς γῆς·
he sold to all the people of the earth.
ἐλθόντες δὲ οἱ ἀδελφοὶ Ιωσηφ
And having come, the brothers of Joseph,
προσεκύνησαν αὐτῷ
they prostrated themselves before him
ἐπὶ πρόσωπον ἐπὶ τὴν γῆν.
with their faces to the ground.
7 ἰδὼν δὲ Ιωσηφ τοὺς ἀδελφοὺς αὐτοῦ
And Joseph, when he saw his brothers,
ἐπέγνω
he recognized (them),
καὶ ἠλλοτριοῦτο ἀπ᾽ αὐτῶν
and he pretended to be a stranger for them,
καὶ ἐλάλησεν αὐτοῖς σκληρὰ
and spoke to them harsh things,
καὶ εἶπεν αὐτοῖς
and he said tot hem:
Πόθεν ἥκατε;
“From where have you come?”
οἱ δὲ εἶπαν
And they said:
Ἐκ γῆς Χανααν ἀγοράσαι βρώματα.
“From the land of Canaan, to buy food.”
8 ἐπέγνω δὲ Ιωσηφ τοὺς ἀδελφοὺς αὐτοῦ,
And Joseph recognized his brothers,
αὐτοὶ δὲ οὐκ ἐπέγνωσαν αὐτόν.
and they did not recognize him.
9 καὶ ἐμνήσθη Ιωσηφ τῶν ἐνυπνίων,
And Joseph remembered the dreams
ὧν εἶδεν αὐτός.
that he had seen himself,
καὶ εἶπεν αὐτοῖς Κατάσκοποί ἐστε·
And he said to them, “You are spies,
κατανοῆσαι τὰ ἴχνη τῆς χώρας ἥκατε.
to see the ways of the land you have come to!”
10 οἱ δὲ εἶπαν Οὐχί, κύριε·
And they said: “No, my lord;
οἱ παῖδές σου ἤλθομεν πρίασθαι βρώματα·
your servants have come to buy food.
11 πάντες ἐσμὲν υἱοὶ ἑνὸς ἀνθρώπου·
We are all sons of one man;
εἰρηνικοί ἐσμεν,
we are peaceful,
οὐκ εἰσὶν οἱ παῖδές σου κατάσκοποι.
your servants are not spies.”
12 εἶπεν δὲ αὐτοῖς Οὐχί,
And he said to them: “No,
ἀλλὰ τὰ ἴχνη τῆς γῆς ἤλθατε ἰδεῖν.
but to see the ways of the land you have come to!”
13 οἱ δὲ εἶπαν
And they said:
Δώδεκά ἐσμεν οἱ παῖδές σου
“We are twelve, your servants,
ἀδελφοὶ ἐν γῇ Χανααν,
brothers in the land of Canaan;
καὶ ἰδοὺ ὁ νεώτερος
and see, the younger one
μετὰ τοῦ πατρὸς ἡμῶν σήμερον,
(is) with our father now ,
ὁ δὲ ἕτερος οὐχ ὑπάρχει.
and the other one is no more.”
14 εἶπεν δὲ αὐτοῖς Ιωσηφ
And Joseph said to them:
Τοῦτό ἐστιν, ὃ εἴρηκα ὑμῖν
“That is as I have said to you,
λέγων ὅτι Κατάσκοποί ἐστε·
saying that you are spies!
15 ἐν τούτῳ φανεῖσθε·
In this you will show (your true character):
νὴ τὴν ὑγίειαν Φαραω,
at the health of Pharao
οὐ μὴ ἐξέλθητε ἐντεῦθεν,
you shall not leave from here
ἐὰν μὴ ὁ ἀδελφὸς ὑμῶν ὁ νεώτερος
if not your brother, the younger one,
ἔλθῃ ὧδε.
comes here.
16 ἀποστείλατε ἐξ ὑμῶν ἕνα
Send away one of you
καὶ λάβετε τὸν ἀδελφὸν ὑμῶν,
and bring your brother,
ὑμεῖς δὲ ἀπάχθητε
and (the rest of) you have to be shut up
ἕως τοῦ φανερὰ γενέσθαι τὰ ῥήματα ὑμῶν,
until your words have become clear.
εἰ ἀληθεύετε ἢ οὔ·
whether you speak the truth or not;
εἰ δὲ μή,
if not,
νὴ τὴν ὑγίειαν Φαραω,
at the health of Pharao,
ἦ μὴν κατάσκοποί ἐστε.
truly you are spies.”
17 καὶ ἔθετο αὐτοὺς ἐν φυλακῇ
And he put them in prison
ἡμέρας τρεῖς.
for three days.
18 Εἶπεν δὲ αὐτοῖς τῇ ἡμέρᾳ τῇ τρίτῃ
He said to them on the third day:
Τοῦτο ποιήσατε καὶ ζήσεσθε
“You have to do this and you will live
τὸν θεὸν γὰρ ἐγὼ φοβοῦμαι
for I fear god;
19 εἰ εἰρηνικοί ἐστε,
if you are peaceful men
ἀδελφὸς ὑμῶν εἷς κατασχεθήτω
one brother of you has to be detained
ἐν τῇ φυλακῇ,
in the prison,
αὐτοὶ δὲ βαδίσατε
you yourself have to go
καὶ ἀπαγάγετε τὸν ἀγορασμὸν
and must take along with you the purchase
τῆς σιτοδοσίας ὑμῶν
of your distribution of grain.
20 καὶ τὸν ἀδελφὸν ὑμῶν τὸν νεώτερον
And your younger brother,.
ἀγάγετε πρός με,
bring him to me,
καὶ πιστευθήσονται τὰ ῥήματα ὑμῶν·
and your words will be believed,
εἰ δὲ μή, ἀποθανεῖσθε.
if not, you will die.
ἐποίησαν δὲ οὕτως.
And they did so.
21 καὶ εἶπεν ἕκαστος πρὸς τὸν ἀδελφὸν αὐτοῦ
And everyone said to his brother:
Ναί· ἐν ἁμαρτίᾳ γάρ ἐσμεν
“Yes, for we are in sin
περὶ τοῦ ἀδελφοῦ ἡμῶν,
as to our brother,
ὅτι ὑπερείδομεν
because we did not pay attention
τὴν θλῖψιν τῆς ψυχῆς αὐτοῦ,
to the anguish of his soul,
ὅτε κατεδέετο ἡμῶν,
when he begged us,
καὶ οὐκ εἰσηκούσαμεν αὐτοῦ·
and we have not listened to him;
ἕνεκεν τούτου.
because of that
ἐπῆλθεν ἐφ᾽ ἡμᾶς ἡ θλῖψις αὕτη
has come upon us his anguish.”
22 ἀποκριθεὶς δὲ Ρουβην εἶπεν αὐτοῖς
And Reuben, answering, said to them:
Οὐκ ἐλάλησα ὑμῖν λέγων
“Have I not told you, saying:
Μὴ ἀδικήσητε τὸ παιδάριον;
Do not maltreat the boy?
καὶ οὐκ εἰσηκούσατέ μου·
And you have not listened to me.
καὶ ἰδοὺ τὸ αἷμα αὐτοῦ ἐκζητεῖται.
And see, his blood is revenged.”
23 αὐτοὶ δὲ οὐκ ᾔδεισαν
They did not know
ὅτι ἀκούει Ιωσηφ·
that Joseph heard (them),
ὁ γὰρ ἑρμηνευτὴς
for the interpreter
ἀνὰ μέσον αὐτῶν ἦν.
was in the middle of them.
24 ἀποστραφεὶς δὲ ἀπ᾽ αὐτῶν
After turning away from them
ἔκλαυσεν Ιωσηφ.
Joseph wept.
καὶ πάλιν προσῆλθεν πρὸς αὐτοὺς
And he came again to them
καὶ εἶπεν αὐτοῖς
and spoke to them,
καὶ ἔλαβεν τὸν Συμεων ἀπ᾽ αὐτῶν
And he took Simeon away from them
καὶ ἔδησεν αὐτὸν ἐναντίον αὐτῶν.
and let tie him before their eyes.