Go to content Go to navigation Go to search

Jacob and his Family go to Egypt. · Nov 30, 02:04 AM by Ad van den Ende

46

1 Ἀπάρας δὲ Ισραηλ,
Israel, having departed,
αὐτὸς καὶ πάντα τὰ αὐτοῦ,
he and all that (was) of him,
ἦλθεν ἐπὶ τὸ φρέαρ τοῦ ὅρκου
came to Beër-sheba,
καὶ ἔθυσεν θυσίαν
and he offered a sacrifice
τῷ θεῷ τοῦ πατρὸς αὐτοῦ Ισαακ
to the god of his father Isaac.

2 εἶπεν δὲ ὁ θεὸς Ισραηλ
And the god spoke to Israel
ἐν ὁράματι τῆς νυκτὸς εἴπας
in a vision of the night, saying:
Ιακωβ, Ιακωβ.
“Jacob, Jacob!”
ὁ δὲ εἶπεν Τί ἐστιν;
And he said: “What’s on?”
3 λέγων Ἐγώ εἰμι ὁ θεὸς τῶν πατέρων σου·
And he said, “I am the god of your fathers,
μὴ φοβοῦ καταβῆναι εἰς Αἴγυπτον·
do not be afraid to go down to Egypt;
εἰς γὰρ ἔθνος μέγα ποιήσω σε ἐκεῖ
for I shall make of you a great nation there,
4 καὶ ἐγὼ καταβήσομαι
and I myself shall go down
μετὰ σοῦ εἰς Αἴγυπτον,
with you to Egypt,
καὶ ἐγὼ ἀναβιβάσω σε εἰς τέλος,
and I shall lead you up at the end,
καὶ Ιωσηφ ἐπιβαλεῖ τὰς χεῖρας
and Joseph will lay the hands
ἐπὶ τοὺς ὀφθαλμούς σου.
on your eyes.”

5 ἀνέστη δὲ Ιακωβ
And Jacob set out
ἀπὸ τοῦ φρέατος τοῦ ὅρκου,
from Beër-sheba,
καὶ ἀνέλαβον οἱ υἱοὶ Ισραηλ
and the sons of Israel took along with them
τὸν πατέρα αὐτῶν
their father,
καὶ τὴν ἀποσκευὴν καὶ τὰς γυναῖκας αὐτῶν
and the household and their wives,
ἐπὶ τὰς ἁμάξας,
in the wagons
ἃς ἀπέστειλεν Ιωσηφ ἆραι αὐτόν,
that Joseph had sent to carry him,
6 καὶ ἀναλαβόντες
and taking with them
τὰ ὑπάρχοντα αὐτῶν
their household
καὶ πᾶσαν τὴν κτῆσιν,
and all the property
ἣν ἐκτήσαντο ἐν γῇ Χανααν,
that they had acquired in the land of Canaan.

εἰσῆλθον εἰς Αἴγυπτον,
He came into Egypt,
Ιακωβ καὶ πᾶν τὸ σπέρμα αὐτοῦ μετ᾽ αὐτοῦ, 
Jacob and all his offspring with him,
7 υἱοὶ καὶ οἱ υἱοὶ τῶν υἱῶν αὐτοῦ μετ᾽ αὐτοῦ,
sons and the sons of his sons with him,
θυγατέρες καὶ θυγατέρες τῶν υἱῶν αὐτοῦ·
daughters and daughters of his sons,
καὶ πᾶν τὸ σπέρμα αὐτοῦ
and all his offspring
ἤγαγεν εἰς Αἴγυπτον. 
he brought into Egypt.

DAVID IS ANOINTED KING.

1 Samuel 16

1 Καὶ εἶπεν κύριος πρὸς Σαμουηλ
And the lord said to Samuel,
Ἕως πότε σὺ πενθεῖς ἐπὶ Σαουλ, “Until when you mourn for Saul?
κἀγὼ ἐξουδένωκα αὐτὸν
And I have rejected him
(wishing that)
μὴ βασιλεύειν ἐπὶ Ισραηλ;
he not remains king of Israel;
πλῆσον τὸ κέρας σου ἐλαίου,
fill your flask with olive oil;
καὶ δεῦρο ἀποστείλω σε πρὸς Ιεσσαι
come, I will send you to Jesse,
ἕως εἰς Βηθλεεμ,
till Bethlehem,
ὅτι ἑόρακα ἐν τοῖς υἱοῖς αὐτοῦ
for I have seen among his sons (somebody)
ἐμοὶ βασιλεύειν.
to be king for me.”  

2 καὶ εἶπεν Σαμουηλ
And Samuel said:
Πῶς πορευθῶ;
“How can I do that?
καὶ ἀκούσεται Σαουλ
And Saul will hear it,
καὶ ἀποκτενεῖ με.
And he will kill me.”

καὶ εἶπεν κύριος
And the lord said:
Δάμαλιν βοῶν λαβὲ ἐν τῇ χειρί σου
“Take a calf of cattle in your hand
καὶ ἐρεῖς:
and you will say:
Θῦσαι τῷ κυρίῳ ἥκω· 
“To make a sacrifice for the lord I have come.”

3 καὶ καλέσεις τὸν Ιεσσαι εἰς τὴν θυσίαν,
And you will invite Jesse to the sacrifice,
καὶ χρίσεις ὃν ἐὰν εἴπω πρὸς σέ.
and you shall anoint which I will say to you;
καὶ γνωριῶ σοι ἃ ποιήσεις,
 and I will declare you what you shall do.”

4 καὶ ἐποίησεν Σαμουηλ πάντα,
And Samuel did all
ἃ ἐλάλησεν αὐτῷ κύριος,
which the lord had said to him.

καὶ ἦλθεν εἰς Βηθλεεμ.
And he went to Bethlehem.
καὶ ἐξέστησαν οἱ πρεσβύτεροι τῆς πόλεως
And they did tremble, the elders of the town,
τῇ ἀπαντήσει αὐτοῦ καὶ εἶπαν
meeting him, and said:
Εἰρήνη ἡ εἴσοδός σου, ὁ βλέπων; 
“Peace or the beginning (of a lawsuit) from you, seer?”

5 καὶ εἶπεν Εἰρήνη·
And he said: “Peace.
θῦσαι τῷ κυρίῳ ἥκω,
To sacrifice to the lord I have come .
ἁγιάσθητε καὶ εὐφράνθητε μετ᾽ ἐμοῦ σήμερον.
Purify yourselves and be merry with me to-day.”

καὶ ἡγίασεν
And he performed the purification rite
τὸν Ιεσσαι καὶ τοὺς υἱοὺς αὐτοῦ
for Jesse and his sons
καὶ ἐκάλεσεν αὐτοὺς εἰς τὴν θυσίαν. 
and invited them to the sacrifice.

6 καὶ ἐγενήθη ἐν τῷ αὐτοὺς εἰσιέναι
And it happened when he went to them
καὶ εἶδεν τὸν Ελιαβ καὶ εἶπεν
and he saw Eliab and said:
Ἀλλὰ καὶ ἐνώπιον κυρίου χριστὸς αὐτοῦ.
“Surely also in the face of the lord he is his anointed!”
 
7 καὶ εἶπεν κύριος πρὸς Σαμουηλ
And the lord said to Samuel:
Μὴ ἐπιβλέψῃς ἐπὶ τὴν ὄψιν αὐτοῦ
““Don’t judge by his appearance
μηδὲ εἰς τὴν ἕξιν μεγέθους αὐτοῦ,
nor by the state of his height,
ὅτι ἐξουδένωκα αὐτόν·
for I have rejected him;
ὅτι οὐχ ὡς ἐμβλέψεται ἄνθρωπος,
for not the way the man sees
ὄψεται ὁ θεός,
sees the lord.
ὅτι ἄνθρωπος ὄψεται εἰς πρόσωπον,
For the man judges by outward appearance,
ὁ δὲ θεὸς ὄψεται εἰς καρδίαν. 
but the lord looks at the heart.”

8 καὶ ἐκάλεσεν Ιεσσαι τὸν Αμιναδαβ,
And Jesse called Aminadab
καὶ παρῆλθεν κατὰ πρόσωπον Σαμουηλ·
and he walked in front of Samuel.
καὶ εἶπεν Οὐδὲ τοῦτον ἐξελέξατο κύριος. 
And he said, “Neither him the lord has chosen.”
9 καὶ παρήγαγεν Ιεσσαι τὸν Σαμα·
And Jesse summoned Shimea,
καὶ εἶπεν Καὶ ἐν τούτῳ οὐκ ἐξελέξατο κύριος. 
And he said, “Also him did not elect the lord.”

10 καὶ παρήγαγεν Ιεσσαι τοὺς ἑπτὰ υἱοὺς αὐτοῦ
And Jesse presented his seven sons
ἐνώπιον Σαμουηλ· καὶ εἶπεν Σαμουηλ
to Samuel. And Samuel said:
Οὐκ ἐξελέξατο κύριος ἐν τούτοις.
“The lord has not chosen any of these.”
 
11 καὶ εἶπεν Σαμουηλ πρὸς Ιεσσαι
And Samuel said to Jesse:
Ἐκλελοίπασιν τὰ παιδάρια;
“Are these all the boys?”
καὶ εἶπεν Ἔτι ὁ μικρὸς
And he said: “(There is) still the little one.
ἰδοὺ ποιμαίνει ἐν τῷ ποιμνίῳ.
Behold, he’s a shepherd with the herd.”
καὶ εἶπεν Σαμουηλ πρὸς Ιεσσαι
And Samuel said to Jesse:

Ἀπόστειλον καὶ λαβὲ αὐτόν,
“Send for him and let him come,
ὅτι οὐ μὴ κατακλιθῶμεν
For we will not sit down to eat
ἕως τοῦ ἐλθεῖν αὐτόν. 
until he arrives.”

12 καὶ ἀπέστειλεν καὶ εἰσήγαγεν αὐτόν·
And he sent for him and did him come.
καὶ οὗτος πυρράκης
He was dark
μετὰ κάλλους ὀφθαλμῶν
with beautiful eyes
καὶ ἀγαθὸς ὁράσει κυρίῳ·
and good in appearance for the lord.

καὶ εἶπεν κύριος πρὸς Σαμουηλ
And the lord said to Samuel:
Ἀνάστα καὶ χρῖσον τὸν Δαυιδ,
“Stand and anoint David.
ὅτι οὗτος ἀγαθός ἐστιν. 
for he is good,”

13 καὶ ἔλαβεν Σαμουηλ τὸ κέρας τοῦ ἐλαίου
And Samuel took the flask of olive oil
καὶ ἔχρισεν αὐτὸν
and anointed him
ἐν μέσῳ τῶν ἀδελφῶν αὐτοῦ,
in the middle of his brothers.

καὶ ἐφήλατο πνεῦμα κυρίου ἐπὶ Δαυιδ
And the Spirit of the lord came powerfully upon David
ἀπὸ τῆς ἡμέρας ἐκείνης καὶ ἐπάνω.
from that day on (,,,).
καὶ ἀνέστη Σαμουηλ
And Samuel did get up
καὶ ἀπῆλθεν εἰς Αρμαθαιμ. 
and returned to Ramah.

David in Saul’s court

1 Samuel 16

14 Καὶ πνεῦμα κυρίου ἀπέστη ἀπὸ Σαουλ,
And the Spirit of the lord left Saul,
καὶ ἔπνιγεν αὐτὸν πνεῦμα πονηρὸν παρὰ κυρίου. 
and him abused a tormenting spirit from the lord.

15 καὶ εἶπαν οἱ παῖδες Σαουλ πρὸς αὐτόν And the servants of Saul said to him: Ἰδοὺ δὴ πνεῦμα κυρίου πονηρὸν πνίγει σε·  ‘Behold, a tormenting spirit from the lord abuses you; 16 εἰπάτωσαν δὴ οἱ δοῦλοί σου ἐνώπιόν σου Let them say, your servants, to you καὶ ζητησάτωσαν τῷ κυρίῳ ἡμῶν and let us seek for our lord ἄνδρα εἰδότα ψάλλειν ἐν κινύρᾳ, a man knowing to play the harp;

καὶ ἔσται ἐν τῷ εἶναι πνεῦμα πονηρὸν
and whenever there is a tormenting spirit
ἐπὶ σοὶ καὶ ψαλεῖ ἐν τῇ κινύρᾳ αὐτοῦ,
over you and he will play his harp,
καὶ ἀγαθόν σοι ἔσται,
then you will be all right,
καὶ ἀναπαύσει σε
and he will sooth you.”

17 καὶ εἶπεν Σαουλ πρὸς τοὺς παῖδας αὐτοῦ
And Saul said to his servants:
Ἴδετε δή μοι ἄνδρα ὀρθῶς ψάλλοντα
“Find me a man who plays well,
καὶ εἰσαγάγετε αὐτὸν πρὸς ἐμέ. 
and bring him to me”

18 καὶ ἀπεκρίθη εἷς τῶν παιδαρίων αὐτοῦ
And one of his servants answered
καὶ εἶπεν Ἰδοὺ ἑόρακα
and said: “Behold, I have seen
υἱὸν τῷ Ιεσσαι Βηθλεεμίτην
a son of Jesse from Bethlehem,
καὶ αὐτὸν εἰδότα ψαλμόν,
and he is a talented harp player
καὶ ὁ ἀνὴρ συνετός,
and an intelligent man,
καὶ ὁ ἀνὴρ πολεμιστὴς
and a man of war,
καὶ σοφὸς λόγῳ
and wise in his speaking
καὶ ἀνὴρ ἀγαθὸς τῷ εἴδει,
and a man fine-looking,
καὶ κύριος μετ᾽ αὐτοῦ. 
and the lord is with him.”

19 καὶ ἀπέστειλεν Σαουλ ἀγγέλους
And Saul sent messengers
πρὸς Ιεσσαι λέγων
to Jesse saying:
Ἀπόστειλον πρός με τὸν υἱόν σου Δαυιδ
“Send me your son David,
τὸν ἐν τῷ ποιμνίῳ σου. 
him in your herd.”

20 καὶ ἔλαβεν Ιεσσαι
And Jesse took
γομορ ἄρτων καὶ ἀσκὸν οἴνου
a cargo breads and a leather bag (full of) wine
καὶ ἔριφον αἰγῶν ἕνα
and one kid of goats,
καὶ ἐξαπέστειλεν ἐν χειρὶ Δαυιδ
and he sent id in the hand of David
τοῦ υἱοῦ αὐτοῦ πρὸς Σαουλ.
his son to Saul.
 
21 καὶ εἰσῆλθεν Δαυιδ πρὸς Σαουλ
And David went to Saul
καὶ παρειστήκει ἐνώπιον αὐτοῦ·
and entered his service.
καὶ ἠγάπησεν αὐτὸν σφόδρα,
And he (Saul) loved David very much,
καὶ ἐγενήθη αὐτῷ αἴρων τὰ σκεύη αὐτοῦ.
and he (David) became for him bearer of the equipment. 

22 καὶ ἀπέστειλεν Σαουλ πρὸς Ιεσσαι λέγων And Saul sent (a messenger) to Jesse saying: Παριστάσθω δὴ Δαυιδ ἐνώπιον ἐμοῦ, “Place David at my sde ὅτι εὗρεν χάριν ἐν ὀφθαλμοῖς μου.  because he found goodwill in my eyes!”

23 καὶ ἐγενήθη ἐν τῷ εἶναι πνεῦμα πονηρὸν
And it happened if was a tormenting spirit
ἐπὶ Σαουλ καὶ ἐλάμβανεν Δαυιδ τὴν κινύραν
on Saul that Davif took the harp
καὶ ἔψαλλεν ἐν τῇ χειρὶ αὐτοῦ,
and played with his hand
καὶ ἀνέψυχεν Σαουλ,
that Saul recovered,
καὶ ἀγαθὸν αὐτῷ,
and (it was) good with him,
καὶ ἀφίστατο ἀπ᾽ αὐτοῦ τὸ πνεῦμα τὸ πονηρόν. 
and it did go away from him, the tormenting spirit.

1 Samuel 17

David and Goliath

8 καὶ ἔστη
And he (Goliath) stood
καὶ ἀνεβόησεν εἰς τὴν παράταξιν Ισραηλ
and shouted at the Israëlian array
καὶ εἶπεν αὐτοῖς
änd said to them:
Τί ἐκπορεύεσθε παρατάξασθαι πολέμῳ
“Why do you come to line up for battle
ἐξ ἐναντίας ἡμῶν;
against us?

οὐκ ἐγώ εἰμι ἀλλόφυλος
Am I not a foreigner (Philistine)
καὶ ὑμεῖς Εβραῖοι τοῦ Σαουλ;
like you Hebrews are (slaves) of Saul?
ἐκλέξασθε ἑαυτοῖς ἄνδρα
choose for you a man
καὶ καταβήτω πρός με, 
and let he come down to me!

9 καὶ ἐὰν δυνηθῇ πρὸς ἐμὲ πολεμῆσαι
And if he can fight against me
καὶ ἐὰν πατάξῃ με,
and if he kills me,
καὶ ἐσόμεθα ὑμῖν εἰς δούλους,
then we will be for you slaves,
ἐὰν δὲ ἐγὼ δυνηθῶ καὶ πατάξω αὐτόν,
but if I am strong enough and kill him,
ἔσεσθε ἡμῖν εἰς δούλους
you will be for us slaves
καὶ δουλεύσετε ἡμῖν. 
and you will serve us.

10 καὶ εἶπεν ὁ ἀλλόφυλος
And the man of an other tribe said:
Ἰδοὺ ἐγὼ ὠνείδισα
“Behold, I challenged
τὴν παράταξιν Ισραηλ σήμερον
the army of Israel now
ἐν τῇ ἡμέρᾳ ταύτῃ·
on this day.
δότε μοι ἄνδρα,
Give me a man
καὶ μονομαχήσομεν ἀμφότεροι. 
and we will fight both together!”

11 καὶ ἤκουσεν Σαουλ καὶ πᾶς Ισραηλ
And Saul and all Israel did hear
τὰ ῥήματα τοῦ ἀλλοφύλου ταῦτα
those words of the man of an other tribe (the Philistine
καὶ ἐξέστησαν καὶ ἐφοβήθησαν σφόδρα. 
And they were terrified and deeply shaken

32 Καὶ εἶπεν Δαυιδ πρὸς Σαουλ
And David said to Saul:
“Μὴ δὴ συμπεσέτω ἡ καρδία
Let not fall down the heart
τοῦ κυρίου μου ἐπ᾽ αὐτόν·
of my lord for him;
ὁ δοῦλός σου πορεύσεται
your servant will go
καὶ πολεμήσει μετὰ τοῦ ἀλλοφύλου τούτου. 
and will fight with this Philistine.”

33 καὶ εἶπεν Σαουλ πρὸς Δαυιδ
And Saul said to David:
Οὐ μὴ δυνήσῃ πορευθῆναι
“You can not go
πρὸς τὸν ἀλλόφυλον τοῦ πολεμεῖν μετ᾽ αὐτοῦ,
to this Philistine to fight with him,
ὅτι παιδάριον εἶ σύ,
because you are a boy
καὶ αὐτὸς ἀνὴρ πολεμιστὴς
and he’s a man of war
ἐκ νεότητος αὐτοῦ. 
since his youth.”

34 καὶ εἶπεν Δαυιδ πρὸς Σαουλ
And David said to Saul:
Ποιμαίνων ἦν ὁ δοῦλός σου
“Shepherd was your servant
τῷ πατρὶ αὐτοῦ ἐν τῷ ποιμνίῳ,
for his father in the flock,
καὶ ὅταν ἤρχετο ὁ λέων καὶ ἡ ἄρκος
and when came the lion and the bear
καὶ ἐλάμβανεν πρόβατον ἐκ τῆς ἀγέλης, 
and did steal a lamb from the flock,

35 καὶ ἐξεπορευόμην ὀπίσω αὐτοῦ
then I went after it
καὶ ἐπάταξα αὐτὸν
and did beat it
καὶ ἐξέσπασα ἐκ τοῦ στόματος αὐτοῦ,
and rescued (the lamb) from its mouth.
καὶ εἰ ἐπανίστατο ἐπ᾽ ἐμέ,
and if it (the animal) turned on me,
καὶ ἐκράτησα τοῦ φάρυγγος αὐτοῦ
then I seized his throat
καὶ ἐπάταξα καὶ ἐθανάτωσα αὐτόν· 
and I did beat and kill it.

36 καὶ τὴν ἄρκον ἔτυπτεν ὁ δοῦλός σου
And the bear your servant did beat
καὶ τὸν λέοντα,
and the lion.
καὶ ἔσται ὁ ἀλλόφυλος ὁ ἀπερίτμητος
And the unctcumcised Philistine will be
ὡς ἓν τούτων· οὐχὶ πορεύσομαι
like one of them. Will I not go
καὶ πατάξω αὐτὸν
and beat him
καὶ ἀφελῶ σήμερον ὄνειδος ἐξ Ισραηλ;
and take away now the blame from Israël?
διότι τίς ὁ ἀπερίτμητος οὗτος,
For the reason that this pagan figure
ὃς ὠνείδισεν παράταξιν θεοῦ ζῶντος; 
has defied the army of the living God!

37 κύριος, ὃς ἐξείλατό με ἐκ χειρὸς τοῦ λέοντος
The Lord who rescued me from the claw of the lion
καὶ ἐκ χειρὸς τῆς ἄρκου,
and fom the claw of the bear.
αὐτὸς ἐξελεῖταί με ἐκ χειρὸς
he will rescue me from the claw
τοῦ ἀλλοφύλου τοῦ ἀπεριτμήτου τούτου.
of this pagan Philistine!”

καὶ εἶπεν Σαουλ πρὸς Δαυιδ
And Saul said to David:
Πορεύου, καὶ ἔσται κύριος μετὰ σοῦ. 
“Go ahead, and may the Lord be with you!”

38 καὶ ἐνέδυσεν Σαουλ τὸν Δαυιδ
And Saul gave David
μανδύαν καὶ περικεφαλαίαν χαλκῆν
his armor and a bronze helmet
περὶ τὴν κεφαλὴν αὐτοῦ 
for on his head,

39 καὶ ἔζωσεν τὸν Δαυιδ
and he gave David
τὴν ῥομφαίαν αὐτοῦ
his sword
ἐπάνω τοῦ μανδύου αὐτοῦ.
over his coat of armor;
καὶ ἐκοπίασεν περιπατήσας
and he (David) took steps, ἅπαξ καὶ δίς·
once and twice.

καὶ εἶπεν Δαυιδ πρὸς Σαουλ
Änd David said to Saul:
Οὐ μὴ δύνωμαι πορευθῆναι ἐν τούτοις,
“I can’t go in these,
ὅτι οὐ πεπείραμαι.
because I’m not used (to them).”
καὶ ἀφαιροῦσιν αὐτὰ ἀπ᾽ αὐτοῦ. 
And they take them off from him.

40 καὶ ἔλαβεν τὴν βακτηρίαν αὐτοῦ
And he took his staff
ἐν τῇ χειρὶ αὐτοῦ
in his hand,
καὶ ἐξελέξατο ἑαυτῷ πέντε λίθους λείους
and he chose for himself five smooth stones
ἐκ τοῦ χειμάρρου
from the stream,
καὶ ἔθετο αὐτοὺς ἐν τῷ καδίῳ τῷ ποιμενικῷ
and put them into his shepherd’s bag
τῷ ὄντι αὐτῷ εἰς συλλογὴν
to be for him a collecting,
καὶ σφενδόνην αὐτοῦ ἐν τῇ χειρὶ αὐτοῦ
and (he took) his sling in his hand,
καὶ προσῆλθεν πρὸς τὸν ἄνδρα τὸν ἀλλόφυλον. 
and he went to the man, the Philistine.

42 καὶ εἶδεν Γολιαδ τὸν Δαυιδ
And Gokiath saw David
καὶ ἠτίμασεν αὐτόν,
and he insulted him
ὅτι αὐτὸς ἦν παιδάριον
because he was a boy
καὶ αὐτὸς πυρράκης μετὰ κάλλους ὀφθαλμῶν.
and rossig, with beautiful eyes.
 
43 καὶ εἶπεν ὁ ἀλλόφυλος πρὸς Δαυιδ
And the Philistine said to David: Ὡσεὶ κύων ἐγώ εἰμι,
“Am I like a dog
ὅτι σὺ ἔρχῃ ἐπ᾽ ἐμὲ ἐν ῥάβδῳ καὶ λίθοις;
that you come at me with a stick and stones?”

καὶ εἶπεν Δαυιδ
And David said:
Οὐχί, ἀλλ᾽ ἢ χείρω κυνός.
“No, but you are worthy less than a dog!”
καὶ κατηράσατο ὁ ἀλλόφυλος τὸν Δαυιδ
And the Philistine cursed David
ἐν τοῖς θεοῖς αὐτοῦ. 
by (the names of) his gods.

44 καὶ εἶπεν ὁ ἀλλόφυλος πρὸς Δαυιδ
And the Philistine said to David:
Δεῦρο πρός με,
“Come to me,
καὶ δώσω τὰς σάρκας σου
and I’ll give your flesh
τοῖς πετεινοῖς τοῦ οὐρανοῦ
to the birds of the heaven
καὶ τοῖς κτήνεσιν τῆς γῆς. 
and to the wild animals of the earth!”

45 καὶ εἰπεν Δαυιδ πρὸς τὸν ἀλλόφυλον
And David said to the Philistine:
Σὺ ἔρχῃ πρός με ἐν ῥομφαίᾳ
“You come to me with a sword,
καὶ ἐν δόρατι καὶ ἐν ἀσπίδι,
and with skin and with a shield,
κἀγὼ πορεύομαι πρὸς σὲ
and I come to you
ἐν ὀνόματι κυρίου σαβαωθ
in the name of the Lord of Heaven’s Armies,
θεοῦ παρατάξεως Ισραηλ,
of the God of the army of Israël,
ἣν ὠνείδισας σήμερον·
whom you did blame today.  
 
46 καὶ ἀποκλείσει σε κύριος σήμερον
And the lord will deliver you today
εἰς τὴν χεῖρά μου, καὶ ἀποκτενῶ σε
in my hand, and I will kill you,
καὶ ἀφελῶ τὴν κεφαλήν σου ἀπὸ σοῦ
and I will take off your head from you
καὶ δώσω τὰ κῶλά σου
and I will give the body of you
καὶ τὰ κῶλα παρεμβολῆς ἀλλοφύλων
and the bodies of the army of the Philistines
ἐν ταύτῃ τῇ ἡμέρᾳ τοῖς πετεινοῖς τοῦ οὐρανοῦ
on that day to the birds of the heaven
καὶ τοῖς θηρίοις τῆς γῆς,
and to the wild animals of the earth,
καὶ γνώσεται πᾶσα ἡ γῆ
and the whole earth will know
ὅτι ἔστιν θεὸς ἐν Ισραηλ· 
that there is a God in Israel!

47 καὶ γνώσεται πᾶσα ἡ ἐκκλησία αὕτη
And this whole assembly (of soldiers) will know
ὅτι οὐκ ἐν ῥομφαίᾳ καὶ δόρατι σῴζει κύριος,
that not with sword and spear the Lord rescues,
ὅτι τοῦ κυρίου ὁ πόλεμος,
because of the lord is the battle,
καὶ παραδώσει κύριος ὑμᾶς εἰς χεῖρας ἡμῶν. 
and the lord will give you in our hands!”

48 καὶ ἀνέστη ὁ ἀλλόφυλος
And the Philstine rose
καὶ ἐπορεύθη εἰς συνάντησιν Δαυιδ. 
and marched to meet David.
49 καὶ ἐξέτεινεν Δαυιδ τὴν χεῖρα αὐτοῦ
And David stretchrd out his hand
εἰς τὸ κάδιον καὶ ἔλαβεν ἐκεῖθεν λίθον ἕνα
to his bag and took out from there one stone
καὶ ἐσφενδόνησεν
and he slung it
καὶ ἐπάταξεν τὸν ἀλλόφυλον ἐπὶ τὸ μέτωπον αὐτοῦ,
and did hit the Philistine on his forehead,
καὶ διέδυ ὁ λίθος διὰ τῆς περικεφαλαίας
and the stone went through the helmet
εἰς τὸ μέτωπον αὐτοῦ,
to his forehead,
καὶ ἔπεσεν ἐπὶ πρόσωπον αὐτοῦ ἐπὶ τὴν γῆν. 
and he fell face down on the ground.

51 καὶ ἔδραμεν Δαυιδ
And David ran (to him)
καὶ ἐπέστη ἐπ᾽ αὐτὸν
and stood over him
καὶ ἔλαβεν τὴν ῥομφαίαν αὐτοῦ
and took his sword
καὶ ἐθανάτωσεν αὐτὸν
and killed him
καὶ ἀφεῖλεν τὴν κεφαλὴν αὐτοῦ.
and cut off his head.

καὶ εἶδον οἱ ἀλλόφυλοι ὅτι τέθνηκεν
And the Philistines saw that he had died,
ὁ δυνατὸς αὐτῶν, καὶ ἔφυγον. 
their champion, and they ran.

54 καὶ ἔλαβεν Δαυιδ τὴν κεφαλὴν τοῦ ἀλλοφύλου
And David took the head of the Philistine
καὶ ἤνεγκεν αὐτὴν εἰς Ιερουσαλημ
and brought it to Jerusalem,
καὶ τὰ σκεύη αὐτοῦ
and his armor
ἔθηκεν ἐν τῷ σκηνώματι αὐτοῦ. 
he stored in his own tent.

DAVID AND BATHSEBA

2 Samuel 11 en 12

11

1 Καὶ ἐγένετο ἐπιστρέψαντος τοῦ ἐνιαυτοῦ
And it happened when the year had turned around
εἰς τὸν καιρὸν τῆς ἐξοδίας τῶν βασιλέων
when the time had come of the marching out of the kings
καὶ ἀπέστειλεν Δαυιδ τὸν Ιωαβ
and David sent Joab
καὶ τοὺς παῖδας αὐτοῦ μετ᾽ αὐτοῦ
and his servants with him
καὶ τὸν πάντα Ισραηλ,
and all Israel;
καὶ διέφθειραν τοὺς υἱοὺς Αμμων
and they destroyed the children of Ammon,
καὶ διεκάθισαν ἐπὶ Ραββαθ·
and besieged Rabbath.
καὶ Δαυιδ ἐκάθισεν ἐν Ιερουσαλημ. 
And David remained in Jerusalem.

2 Καὶ ἐγένετο πρὸς ἑσπέραν
And it happened towards evening
καὶ ἀνέστη Δαυιδ ἀπὸ τῆς κοίτης αὐτοῦ
and David arose from his bed,
καὶ περιεπάτει ἐπὶ τοῦ δώματος τοῦ οἴκου
and walked on the roof of the house
τοῦ βασιλέως
of the king,
καὶ εἶδεν γυναῖκα λουομένην ἀπὸ τοῦ δώματος,
and saw from the roof a woman bathing; καὶ ἡ γυνὴ καλὴ τῷ εἴδει σφόδρα. 
and the woman was very beautiful to look at.

3 καὶ ἀπέστειλεν Δαυιδ
And David sent (a messenger)
καὶ ἐζήτησεν τὴν γυναῖκα,
and enquired about the woman
καὶ εἶπεν Οὐχὶ αὕτη Βηρσαβεε
and (one) said, (Is) not she Bersabee
θυγάτηρ Ελιαβ
a daughter of Eliab,
γυνὴ Ουριου τοῦ Χετταίου; 
the wife of Urias the Chettite?

4 καὶ ἀπέστειλεν Δαυιδ ἀγγέλους
And David sent messengers
καὶ ἔλαβεν αὐτήν,
and took her,
καὶ εἰσῆλθεν πρὸς αὐτόν,
and went to her,
καὶ ἐκοιμήθη μετ᾽ αὐτῆς,
and he did sleep with her;

καὶ αὐτὴ ἁγιαζομένη ἀπὸ ἀκαθαρσίας αὐτῆς
and she, purified from her uncleanness,
καὶ ἀπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς.
returned to her house
 
5 καὶ ἐν γαστρὶ ἔλαβεν ἡ γυνή·
And in her womb the woman conceived ;
καὶ ἀποστείλασα ἀπήγγειλεν τῷ Δαυιδ
and having sent (a messenger) she told David,
καὶ εἶπεν Ἐγώ εἰμι ἐν γαστρὶ ἔχων. 
and said, I am in my womb having (a child).

6 καὶ ἀπέστειλεν Δαυιδ πρὸς Ιωαβ And David sent (a messenger) to Joab,
λέγων Ἀπόστειλον πρός με τὸν Ουριαν τὸν Χετταῖον·
saying, Send to me Urias the Chettite;
καὶ ἀπέστειλεν Ιωαβ τὸν Ουριαν πρὸς Δαυιδ. 
and Joab sent Urias to David.

7 καὶ παραγίνεται Ουριας
And Urias arrives ,
καὶ εἰσῆλθεν πρὸς αὐτόν,
and he went to him;
καὶ ἐπηρώτησεν Δαυιδ εἰς εἰρήνην Ιωαβ
and David asked if Joab was well,
καὶ εἰς εἰρήνην τοῦ λαοῦ
and if the people was well,
καὶ εἰς εἰρήνην τοῦ πολέμου. 
and how the war went on.

8 καὶ εἶπεν Δαυιδ τῷ Ουρια
And David said to Urias:
Κατάβηθι εἰς τὸν οἶκόν σου
Go to your house,
καὶ νίψαι τοὺς πόδας σου·
and wash your feet;
καὶ ἐξῆλθεν Ουριας ἐξ οἴκου τοῦ βασιλέως, and Urias departed from the house of the king.
(…)

9 καὶ ἐκοιμήθη Ουριας παρὰ τῇ θύρᾳ τοῦ βασιλέως
And Urias slept at the door of the king
μετὰ τῶν δούλων τοῦ κυρίου αὐτοῦ
with the servants of his lord,
καὶ οὐ κατέβη εἰς τὸν οἶκον αὐτοῦ. 
and went not down to his house.

10 καὶ ἀνήγγειλαν τῷ Δαυιδ λέγοντες ὅτι
And they reported to David, saying that
Οὐ κατέβη Ουριας εἰς τὸν οἶκον αὐτοῦ.
Urias did not go down to his house.

καὶ εἶπεν Δαυιδ πρὸς Ουριαν
And David said to Urias,
Οὐχὶ ἐξ ὁδοῦ σὺ ἔρχῃ;
Do you not come from a march?
τί ὅτι οὐ κατέβης εἰς τὸν οἶκόν σου; 
why did you not go down to your house?

11 καὶ εἶπεν Ουριας πρὸς Δαυιδ
And Urias said to David:
Ἡ κιβωτὸς καὶ Ισραηλ καὶ Ιουδας κατοικοῦσιν ἐν σκηναῖς,
The ark, and Israel, and Juda dwell in tents;
καὶ ὁ κύριός μου Ιωαβ
and my lord Joab
καὶ οἱ δοῦλοι τοῦ κυρίου μου
and the servants of my lord
ἐπὶ πρόσωπον τοῦ ἀγροῦ παρεμβάλλουσιν
throw up (a wall) in the open field;
καὶ ἐγὼ εἰσελεύσομαι εἰς τὸν οἶκόν μου
and shall I go into my house
φαγεῖν καὶ πιεῖν
to eat and drink
καὶ κοιμηθῆναι μετὰ τῆς γυναικός μου;
and sleep with my wife?
πῶς;
how (can I do so)?
(…)

12 καὶ εἶπεν Δαυιδ πρὸς Ουριαν
And David said to Urias,
Κάθισον ἐνταῦθα καί γε σήμερον,
Remain here also to-day,
καὶ αὔριον ἐξαποστελῶ σε·
and to-morrow I will let you go.
καὶ ἐκάθισεν Ουριας ἐν Ιερουσαλημ
And Urias remained in Jerusalem
ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ τῇ ἐπαύριον. 
on that day and on the day following.

13 καὶ ἐκάλεσεν αὐτὸν Δαυιδ,
And David called him,
καὶ ἔφαγεν ἐνώπιον αὐτοῦ
and he ate with him
καὶ ἔπιεν, καὶ ἐμέθυσεν αὐτόν·
and drank, and he made him drunk.

καὶ ἐξῆλθεν ἑσπέρας τοῦ κοιμηθῆναι
and he went out in the evening to sleep
ἐπὶ τῆς κοίτης αὐτοῦ
upon his bed
μετὰ τῶν δούλων τοῦ κυρίου αὐτοῦ,
with the servants of his lord,
καὶ εἰς τὸν οἶκον αὐτοῦ οὐ κατέβη.
and to his house he did not go.
 
14 καὶ ἐγένετο πρωὶ And it became morning,
καὶ ἔγραψεν Δαυιδ βιβλίον πρὸς Ιωαβ
and David wrote a letter to Joab,
καὶ ἀπέστειλεν ἐν χειρὶ Ουριου. 
and sent it by the hand of Urias.

15 καὶ ἔγραψεν ἐν τῷ βιβλίῳ λέγων
And he wrote in the letter, saying,
Εἰσάγαγε τὸν Ουριαν
Lead Urias
ἐξ ἐναντίας τοῦ πολέμου τοῦ κραταιοῦ,
in front of the fight’s severe (part),
καὶ ἀποστραφήσεσθε ἀπὸ ὄπισθεν αὐτοῦ,
and retreat from behind him,
καὶ πληγήσεται καὶ ἀποθανεῖται.
and he shall he be wounded and be killed.
 
16 καὶ ἐγενήθη ἐν τῷ φυλάσσειν Ιωαβ
And it happened while Joab was watching
ἐπὶ τὴν πόλιν
against the city,
καὶ ἔθηκεν τὸν Ουριαν εἰς τὸν τόπον,
and he set Urias in a place
οὗ ᾔδει ὅτι ἄνδρες δυνάμεως ἐκεῖ. 
where he knew that men (fought) valiantly there.

17 καὶ ἐξῆλθον οἱ ἄνδρες τῆς πόλεως
And they went out, the men of the city ,
καὶ ἐπολέμουν μετὰ Ιωαβ,
and fought with Joab;
καὶ ἔπεσαν ἐκ τοῦ λαοῦ
and some of the people fell
ἐκ τῶν δούλων Δαυιδ,
of the servants of David
ἐκ τῶν δούλων Δαυιδ,
καὶ ἀπέθανεν καί γε Ουριας ὁ Χετταῖος.
and also was killed Urias the Chettite.
 
18 καὶ ἀπέστειλεν Ιωαβ
And Joab sent (a messenger),
καὶ ἀπήγγειλεν τῷ βασιλεῖ
and reported to David
πάντας τοὺς λόγους τοῦ πολέμου.
all the events of the war,
19 καὶ ἐνετείλατο τῷ ἀγγέλῳ λέγων
and he commanded the messenger, saying

Ἐν τῷ συντελέσαι σε
When you have finished
πάντας τοὺς λόγους τοῦ πολέμου
all the stories of the war
λαλῆσαι πρὸς τὸν βασιλέα.
to report to the king,
ἔσται ἐὰν ἀναβῇ ὁ θυμὸς τοῦ βασιλέως
then it shall happen if arises the anger of the king
καὶ εἴπῃ σοι
and he shall say to you:

“Τί ὅτι ἠγγίσατε πρὸς τὴν πόλιν πολεμῆσαι;
Why did you go to the town to fight?
οὐκ ᾔδειτε ὅτι τοξεύσουσιν ἀπάνωθεν τοῦ τείχους;
Did you not know that they would shoot from off the wall?  

21 τίς ἐπάταξεν τὸν Αβιμελεχ υἱὸν Ιεροβααλ;
Who did kill Abimelech, a son of Jerobaal?
οὐχὶ γυνὴ ἔρριψεν ἐπ᾽ αὐτὸν
Did not a woman cast upon him
κλάσμα μύλου ἐπάνωθεν τοῦ τείχους
a fragment of a millstone from above the wall,
καὶ ἀπέθανεν ἐν Θαμασι; ἵ
and was he killed in Thamasi?
να τί προσηγάγετε πρὸς τὸ τεῖχος;
Why did you approach to the wall?”

καὶ ἐρεῖς Καί γε Ουριας
And you shall say: Also Urias
ὁ δοῦλός σου ὁ Χετταῖος ἀπέθανεν.
your servant the Chettite was killed.
 
22 καὶ ἐπορεύθη ὁ ἄγγελος Ιωαβ
And the messenger of Joab went
πρὸς τὸν βασιλέα εἰς Ιερουσαλημ
to the king to Jerusalem,
καὶ παρεγένετο καὶ ἀπήγγειλεν τῷ Δαυιδ πάντα,
and he came and reported to David all
ὅσα ἀπήγγειλεν αὐτῷ Ιωαβ,
that Joab told him,
πάντα τὰ ῥήματα τοῦ πολέμου.
all the affairs of the war.

καὶ ἐθυμώθη Δαυιδ πρὸς Ιωαβ
And David was very angry at Joab,
καὶ εἶπεν πρὸς τὸν ἄγγελον
and said to the messenger,
Ἵνα τί προσηγάγετε πρὸς τὴν πόλιν τοῦ πολεμῆσαι;
“Why did you approach to the town to fight?
οὐκ ᾔδειτε ὅτι πληγήσεσθε ἀπὸ τοῦ τείχους;
Did you not know that you would be wounded from the wall?

τίς ἐπάταξεν τὸν Αβιμελεχ υἱὸν Ιεροβααλ;
Who killed Abimelech, a son of Jerobaal?
οὐχὶ γυνὴ ἔρριψεν ἐπ᾽ αὐτὸν
Did not a woman cast upon him ,
κλάσμα μύλου ἀπὸ τοῦ τείχους
a piece of millstone from the wall,
καὶ ἀπέθανεν ἐν Θαμασι;
and was he killed in Thamasi?
ἵνα τί προσηγάγετε πρὸς τὸ τεῖχος;
Why did you approach to the wall?”
 
23 καὶ εἶπεν ὁ ἄγγελος πρὸς Δαυιδ
And the messenger said to David:
Ὅτι ἐκραταίωσαν ἐφ᾽ ἡμᾶς οἱ ἄνδρες
“They prevailed against us, the men,
καὶ ἐξῆλθαν ἐφ᾽ ἡμᾶς εἰς τὸν ἀγρόν,
and they came out against us into the field,
καὶ ἐγενήθημεν ἐπ᾽ αὐτοὺς
and we came upon them
ἕως τῆς θύρας τῆς πύλης, 
even to the doors of the gate.

24 καὶ ἐτόξευσαν οἱ τοξεύοντες
And the archers shot
πρὸς τοὺς παῖδάς σου ἀπάνωθεν τοῦ τείχους,
at your servants from off the wall,
καὶ ἀπέθαναν τῶν παίδων τοῦ βασιλέως,
and there were killed (some) of the king’s servants,
καί γε ὁ δοῦλός σου Ουριας ὁ Χετταῖος ἀπέθανεν.
also your servant Urias the Chettite was killed.”
 
25 καὶ εἶπεν Δαυιδ πρὸς τὸν ἄγγελον
And David said to the messenger:
Τάδε ἐρεῖς πρὸς Ιωαβ
“This shall you say to Joab.
Μὴ πονηρὸν ἔστω ἐν ὀφθαλμοῖς σου τὸ ῥῆμα τοῦτο,
Let not be grievous in your eyes this matter,
ὅτι ποτὲ μὲν οὕτως καὶ ποτὲ οὕτως
for sometimes one way and at another time another way
φάγεται ἡ μάχαιρα·
the sword devours;
κραταίωσον τὸν πόλεμόν σου πρὸς τὴν πόλιν
strengthen your fight against the town,
καὶ κατάσπασον αὐτὴν καὶ κραταίωσον αὐτόν. 
and destroy it, and strengthen it (the fight).”

26 καὶ ἤκουσεν ἡ γυνὴ Ουριου
And the wife of Urias heard
ὅτι ἀπέθανεν Ουριας ὁ ἀνὴρ αὐτῆς,
that Urias was killed, her husband ,
καὶ ἐκόψατο τὸν ἄνδρα αὐτῆς.
and she mourned for her husband.

27 καὶ διῆλθεν τὸ πένθος,
And (the time of) the sorrow expired,
καὶ ἀπέστειλεν Δαυιδ
and David sent (for her)
καὶ συνήγαγεν αὐτὴν εἰς τὸν οἶκον αὐτοῦ,
and took her into his house,
καὶ ἐγενήθη αὐτῷ εἰς γυναῖκα
and she became for him a wife,
καὶ ἔτεκεν αὐτῷ υἱόν.
and bore him a son.

Καὶ πονηρὸν ἐφάνη τὸ ῥῆμα,
And evil was the thing
ὃ ἐποίησεν Δαυιδ, ἐν ὀφθαλμοῖς κυρίου. 
which David did, in the eyes of the Lord.

DAVID AND NATHAN

2 Samuel 12

1 καὶ ἀπέστειλεν κύριος τὸν Ναθαν
And the Lord sent Nathan
τὸν προφήτην πρὸς Δαυιδ,
the prophet to David;
καὶ εἰσῆλθεν πρὸς αὐτὸν καὶ εἶπεν αὐτῷ
and he went to him, and said to him,
Δύο ἦσαν ἄνδρες ἐν πόλει μιᾷ,
There were two men in one town,
εἷς πλούσιος καὶ εἷς πένης·
one rich and one poor.
2 καὶ τῷ πλουσίῳ ἦν ποίμνια
And the rich (man) had sheep
καὶ βουκόλια πολλὰ σφόδρα, 
and cattle, very many,

3 καὶ τῷ πένητι οὐδὲν ἀλλ᾽ ἢ
And the poor (man had) nothing else but
ἀμνὰς μία μικρά,
one little lamb,
ἣν ἐκτήσατο καὶ περιεποιήσατο
which he had purchased, and he preserved
καὶ ἐξέθρεψεν αὐτήν,
and reared her;
καὶ ἡδρύνθη μετ᾽ αὐτοῦ
and it grew up with himself
καὶ μετὰ τῶν υἱῶν αὐτοῦ ἐπὶ τὸ αὐτό,
and with his children in common;

ἐκ τοῦ ἄρτου αὐτοῦ ἤσθιεν
of his bread it ate
καὶ ἐκ τοῦ ποτηρίου αὐτοῦ ἔπινεν
and out of his cup it drank ,
καὶ ἐν τῷ κόλπῳ αὐτοῦ ἐκάθευδεν
and in his bosom it slept,
καὶ ἦν αὐτῷ ὡς θυγάτηρ·
and it was for him like a daughter
 
4 καὶ ἦλθεν πάροδος τῷ ἀνδρὶ τῷ πλουσίῳ,
And a traveller came to the rich man,
καὶ ἐφείσατο λαβεῖν ἐκ τῶν ποιμνίων αὐτοῦ
and he spared to take of his sheep
καὶ ἐκ τῶν βουκολίων αὐτοῦ τοῦ ποιῆσαι
and of his cattle, to dress
τῷ ξένῳ ὁδοιπόρῳ ἐλθόντι πρὸς αὐτὸν
for the travelling guest who came to him;
καὶ ἔλαβεν τὴν ἀμνάδα τοῦ πένητος
and he took the lamb of the poor man,
καὶ ἐποίησεν αὐτὴν τῷ ἀνδρὶ
and cooked it for the man
τῷ ἐλθόντι πρὸς αὐτόν. 
who came to him.

5 καὶ ἐθυμώθη ὀργῇ Δαυιδ σφόδρα
And David was greatly moved with anger
τῷ ἀνδρί, καὶ εἶπεν Δαυιδ πρὸς Ναθαν
against the man, and David said to Nathan:

Ζῇ κύριος, ὅτι υἱὸς θανάτου ὁ ἀνὴρ
As the Lord lives, a son of death the man (shall be)
ὁ ποιήσας τοῦτο .
who did this,
6 καὶ τὴν ἀμνάδα ἀποτείσει ἑπταπλασίονα
and the lamb he shall restore seven-fold,
ἀνθ᾽ ὧν ὅτι ἐποίησεν τὸ ῥῆμα τοῦτο
because he did that thing.
καὶ περὶ οὗ οὐκ ἐφείσατο. 
and because he did not spare (the lamb).

καὶ εἶπεν Ναθαν πρὸς Δαυιδ
And Nathan said to David:
Σὺ εἶ ὁ ἀνὴρ ὁ ποιήσας τοῦτο·
You are the man who has done this;
τάδε λέγει κύριος ὁ θεὸς Ισραηλ
this says the Lord God of Israel:

Ἐγώ εἰμι ἔχρισά σε εἰς βασιλέα ἐπὶ Ισραηλ,
I am (who) anointed you to king over Israel,
καὶ ἐγώ εἰμι ἐρρυσάμην σε ἐκ χειρὸς Σαουλ 
and I am (who) rescued you out the hand of Saul;
8 καὶ ἔδωκά σοι τὸν οἶκον τοῦ κυρίου σου
and I gave you the house of your lord,
καὶ τὰς γυναῖκας τοῦ κυρίου σου
and the wives of your lord
ἐν τῷ κόλπῳ σου
into your bosom,
καὶ ἔδωκά σοι τὸν οἶκον Ισραηλ καὶ Ιουδα·
and I gave you the house of Israel and Juda;
καὶ εἰ μικρόν ἐστιν,
and if that is little,
προσθήσω σοι κατὰ ταῦτα. 
I shall give you yet more.

9 τί ὅτι ἐφαύλισας τὸν λόγον κυρίου
Why did you disobey the word of the Lord,
τοῦ ποιῆσαι τὸ πονηρὸν ἐν ὀφθαλμοῖς αὐτοῦ;
to do what is evil in his eyes?
τὸν Ουριαν τὸν Χετταῖον ἐπάταξας ἐν ῥομφαίᾳ
You let kill Urias the Chettite with a sword,
καὶ τὴν γυναῖκα αὐτοῦ ἔλαβες σεαυτῷ εἰς γυναῖκα
and you did take his wife to be your wife,
καὶ αὐτὸν ἀπέκτεινας ἐν ῥομφαίᾳ υἱῶν Αμμων.
and you have slain him with the sword of the children of Ammon
 
10 καὶ νῦν οὐκ ἀποστήσεται ῥομφαία
Now therefore the sword shall not depart
ἐκ τοῦ οἴκου σου ἕως αἰῶνος
from your house for ever,
ἀνθ᾽ ὧν ὅτι ἐξουδένωσάς με
because you have disobeyed me,
καὶ ἔλαβες τὴν γυναῖκα τοῦ Ουριου τοῦ Χετταίου
and you did take the wife of Urias the Chettite
τοῦ εἶναί σοι εἰς γυναῖκα. 
to be your wife.

11 τάδε λέγει κύριος
This says the Lord,
Ἰδοὺ ἐγὼ ἐξεγείρω ἐπὶ σὲ
‘Behold, I will raise up against you
κακὰ ἐκ τοῦ οἴκου σου
evil out of your house,
καὶ λήμψομαι τὰς γυναῖκάς σου
and I will take your wives
κατ᾽ ὀφθαλμούς σου
before your eyes,
καὶ δώσω τῷ πλησίον σου,
and I will give them to your neighbour,
καὶ κοιμηθήσεται μετὰ τῶν γυναικῶν σου
and he shall lie with your wives
ἐναντίον τοῦ ἡλίου τούτου· 
in the sight of this sun.

12 ὅτι σὺ ἐποίησας κρυβῇ, For you did it secretly,
κἀγὼ ποιήσω τὸ ῥῆμα τοῦτο
and I will do this thing
ἐναντίον παντὸς Ισραηλ
in the sight of all Israel,
καὶ ἀπέναντι τούτου τοῦ ἡλίου.
and before this sun.
 
13 καὶ εἶπεν Δαυιδ τῷ Ναθαν
And David said to Nathan:
Ἡμάρτηκα τῷ κυρίῳ. I have sinned against the Lord.
καὶ εἶπεν Ναθαν πρὸς Δαυιδ
And Nathan said to David:
Καὶ κύριος παρεβίβασεν τὸ ἁμάρτημά σου,
And the Lord has put away your sin;
οὐ μὴ ἀποθάνῃς· .
you shall not die.

14 πλὴν ὅτι παροξύνων παρώξυνας
But because you have given great occasion of provocation
τοὺς ἐχθροὺς κυρίου ἐν τῷ ῥήματι τούτῳ,
to the enemies of the Lord by this thing,
καί γε ὁ υἱός σου ὁ τεχθείς σοι
your son that is born to you
θανάτῳ ἀποθανεῖται.
shall die a sure death.
15 καὶ ἀπῆλθεν Ναθαν
And Nathan departed  
εἰς τὸν οἶκον αὐτοῦ.
to his house.

1 Kings 3

SOLOMON JUDGES A DIFFICULT CASE

16 Τότε ὤφθησαν δύο γυναῖκες πόρναι τῷ βασιλεῖ
Then appeared two prostitutes to the king
καὶ ἔστησαν ἐνώπιον αὐτοῦ. 
and stood before him.
17 καὶ εἶπεν ἡ γυνὴ ἡ μία
And one wife said:
Ἐν ἐμοί, κύριε·
“Pardon me, my lord.
ἐγὼ καὶ ἡ γυνὴ αὕτη οἰκοῦμεν ἐν οἴκῳ ἑνὶ
Me and this woman live in one house,
καὶ ἐτέκομεν ἐν τῷ οἴκῳ.
and we bore (a baby) in the house.
 
18 καὶ ἐγενήθη ἐν τῇ ἡμέρᾳ τῇ τρίτῃ
And it happened on the third day
τεκούσης μου
after my child was born,
καὶ ἔτεκεν καὶ ἡ γυνὴ αὕτη·
that this woman also bore (a baby).
καὶ οὐκ ἔστιν οὐθεὶς μεθ᾽ ἡμῶν
And there is no one with us
καὶ ἡμεῖς κατὰ τὸ αὐτό,
and we alone
πάρεξ ἀμφοτέρων ἡμῶν ἐν τῷ οἴκῳ. 
(nobody) except both of us in the house.

19 καὶ ἀπέθανεν ὁ υἱὸς τῆς γυναικὸς ταύτης
And the little son of that woman died
τὴν νύκτα, ὡς ἐπεκοιμήθη ἐπ᾽ αὐτόν·
in the night, because she laid on him.

20 καὶ ἀνέστη μέσης τῆς νυκτὸς
And she arose at midnight
καὶ ἔλαβεν τὸν υἱόν μου ἐκ τῶν ἀγκαλῶν μου
and took my little son from beside me,
καὶ ἐκοίμισεν αὐτὸν ἐν τῷ κόλπῳ αὐτῆς
and laid him at her bosom,
καὶ τὸν υἱὸν αὐτῆς τὸν τεθνηκότα
and her dead little son
ἐκοίμισεν ἐν τῷ κόλπῳ μου.
she laid at my bosom.
 
21 καὶ ἀνέστην τὸ πρωὶ
And I rose in the morning
θηλάσαι τὸν υἱόν μου,
to nurse my little son,
καὶ ἐκεῖνος ἦν τεθνηκώς·
and he was dead.
καὶ ἰδοὺ κατενόησα αὐτὸν πρωί,
and behold, I looked at him closely in the morning
καὶ ἰδοὺ οὐκ ἦν ὁ υἱός μου, ὃν ἔτεκον. 
and behold, he was not my little son which I had borne.”

22 καὶ εἶπεν ἡ γυνὴ ἡ ἑτέρα
And the other woman said:
Οὐχί, ἀλλὰ ὁ υἱός μου ὁ ζῶν,
‘No, but my little son (is) the living,
ὁ δὲ υἱός σου ὁ τεθνηκώς.
but your little son (is) the dead (one).
καὶ ἐλάλησαν ἐνώπιον τοῦ βασιλέως. ’
And they argued before the king.

23 καὶ εἶπεν ὁ βασιλεὺς αὐταῖς
And the king said to them:
Σὺ λέγεις ‘Οὗτος ὁ υἱός μου ὁ ζῶν,
‘You say: This little son of mine (is) the living (one)
καὶ ὁ υἱὸς ταύτης ὁ τεθνηκώς·
and the little son of her (is) the dead (one)’.
καὶ σὺ λέγεις
and you say
‘Οὐχί, ἀλλὰ ὁ υἱός μου ὁ ζῶν,
‘No, but my little son (is) the living,
καὶ ὁ υἱός σου ὁ τεθνηκώς. 
and your little son (is) the dead (one).’

24 καὶ εἶπεν ὁ βασιλεύς
And the king said:
Λάβετέ μοι μάχαιραν·
Bring me a sword.
καὶ προσήνεγκαν τὴν μάχαιραν
And they brought the sword
ἐνώπιον τοῦ βασιλέως.
to the king.

25 καὶ εἶπεν ὁ βασιλεύς
And the king said:
Διέλετε τὸ παιδίον τὸ θηλάζον τὸ ζῶν
“Cut the suckling, living little boy
εἰς δύο καὶ δότε τὸ ἥμισυ αὐτοῦ ταύτῃ
in two, and give the half of him to her
καὶ τὸ ἥμισυ αὐτοῦ ταύτῃ. 
and the half of him to her!”

26 καὶ ἀπεκρίθη ἡ γυνή
And the woman answered,
ἧς ἦν ὁ υἱὸς ὁ ζῶν,
of whom was the living little son,
καὶ εἶπεν πρὸς τὸν βασιλέα,
and said to the king,
ὅτι ἐταράχθη ἡ μήτρα αὐτῆς
because this mother was in confusion
ἐπὶ τῷ υἱῷ αὐτῆς,
about her little son, καὶ εἶπεν Ἐν ἐμοί, κύριε,
and she said: ‘Pardon me, lord!
δότε αὐτῇ τὸ παιδίον
Give her the little boy
καὶ θανάτῳ μὴ θανατώσητε αὐτόν·
and don’t kill him to death!’

καὶ αὕτη εἶπεν
And she (the other woman) said:
Μήτε ἐμοὶ μήτε αὐτῇ ἔστω· διέλετε. 
‘Neither of mine nor of her he must be; divide him!’

27 καὶ ἀπεκρίθη ὁ βασιλεὺς καὶ εἶπεν
And the king answered and said,
‘Δότε τὸ παιδίον τῇ εἰπούσῃ
‘Give the little boy to (her) who has spoken (firstly).
Δότε αὐτῇ αὐτὸ
Give him to her
καὶ θανάτῳ μὴ θανατώσητε αὐτόν·
and do not kill him to death.
αὐτὴ ἡ μήτηρ αὐτοῦ. 
She is his mother!’

28 καὶ ἤκουσαν πᾶς Ισραηλ
And all Israel heard
τὸ κρίμα τοῦτο, ὃ ἔκρινεν ὁ βασιλεύς,
this judgment, which decided the king,
καὶ ἐφοβήθησαν ἀπὸ προσώπου τοῦ βασιλέως,
and they were in awe of the king,
ὅτι εἶδον ὅτι φρόνησις θεοῦ ἐν αὐτῷ
for they saw that the insight of God (was) in him
τοῦ ποιεῖν δικαίωμα. 
for rendering justice.

Return

Op dit artikel kan niet gereageerd worden.