God´s call to Abram · Mar 17, 10:28 PM by Ad van den Ende
12
1 Καὶ εἶπεν κύριος τῷ Αβραμ
And God said to Abram:
Ἔξελθε ἐκ τῆς γῆς σου
Go away out of your country
καὶ ἐκ τῆς συγγενείας σου
and away from your relatives
καὶ ἐκ τοῦ οἴκου τοῦ πατρός σου
and out of the house of your father
εἰς τὴν γῆν, ἣν ἄν σοι δείξω·
to the land that I will show you;
2 καὶ ποιήσω σε εἰς ἔθνος μέγα
And ‘I will make you a great tribe.
καὶ εὐλογήσω σε
and I will bless you
καὶ μεγαλυνῶ τὸ ὄνομά σου,
and I will make famous your name
καὶ ἔσῃ εὐλογητός·
and you will be blessed.
3 καὶ εὐλογήσω τοὺς εὐλογοῦντάς σε,
‘I will bless those who bless you,
καὶ τοὺς καταρωμένους σε καταράσομαι·
and those who curse you I will curse.
καὶ ἐνευλογηθήσονται ἐν σοὶ
And they will blessed through you,
πᾶσαι αἱ φυλαὶ τῆς γῆς.
all the people on the earth.’
4 καὶ ἐπορεύθη Αβραμ,
And Abram did leave
καθάπερ ἐλάλησεν αὐτῷ κύριος,
as the Lord told him,
καὶ ᾤχετο μετ᾽ αὐτοῦ Λωτ·
and Lot went with him.
Αβραμ δὲ ἦν ἐτῶν ἑβδομήκοντα πέντε,
Abram was 75 years old
ὅτε ἐξῆλθεν ἐκ Χαρραν.
when he left Haran.
5 καὶ ἔλαβεν Αβραμ τὴν Σαραν γυναῖκα αὐτοῦ
And Abram took Sarai his wife,.
καὶ τὸν Λωτ υἱὸν τοῦ ἀδελφοῦ αὐτοῦ
and Lot, the son of his brother,
καὶ πάντα τὰ ὑπάρχοντα αὐτῶν,
and all their properties
ὅσα ἐκτήσαντο,
they had acquired,
καὶ πᾶσαν ψυχήν,
and evey slave
ἣν ἐκτήσαντο ἐν Χαρραν,
they had acquiired in Hran,
καὶ ἐξήλθοσαν πορευθῆναι εἰς γῆν Χανααν
and they left to go to the land of Canaan,
καὶ ἦλθον εἰς γῆν Χανααν.
and they arrived in the land of Canaan.
6 καὶ διώδευσεν Αβραμ τὴν γῆν
Abram walked through the land
εἰς τὸ μῆκος αὐτῆς
in the full length,
ἕως τοῦ τόπου Συχεμ
until the place Shechem
ἐπὶ τὴν δρῦν τὴν ὑψηλήν·
as far as the high oak;
οἱ δὲ Χαναναῖοι τότε κατῴκουν τὴν γῆν.
then the Canaanites lived in this land.
7 καὶ ὤφθη κύριος τῷ Αβραμ
And the Lord appeared to Abram.
καὶ εἶπεν αὐτῷ
and said to him:
Τῷ σπέρματί σου δώσω τὴν γῆν ταύτην.
‘To your children I will give this land.’
καὶ ᾠκοδόμησεν ἐκεῖ Αβραμ θυσιαστήριον
And Abram built an altar over there
κυρίῳ τῷ ὀφθέντι αὐτῷ.
to the Lord who had appeared to him.
8 καὶ ἀπέστη ἐκεῖθεν
And he moved from there
εἰς τὸ ὄρος κατ᾽ ἀνατολὰς Βαιθηλ
to the mountain east of Bethel
καὶ ἔστησεν ἐκεῖ τὴν σκηνὴν αὐτοῦ,
and there he did put his tent,
Βαιθηλ κατὰ θάλασσαν
Bethel was to the sea-side
καὶ Αγγαι κατ᾽ ἀνατολάς·
and Ai to the east.
καὶ ᾠκοδόμησεν ἐκεῖ θυσιαστήριον τῷ κυρίῳ
And there he built an altar for the lord
καὶ ἐπεκαλέσατο ἐπὶ τῷ ὀνόματι κυρίου.
and he prayed in the nameof the Lord.
9 καὶ ἀπῆρεν Αβραμ
And Abram went away
καὶ πορευθεὶς
and after having travelled
ἐστρατοπέδευσεν ἐν τῇ ἐρήμῳ.
he encamped in the desert.
Op dit artikel kan niet gereageerd worden.