Go to content Go to navigation Go to search

Cain and Abel · 4366 dagen geleden by Ad van den Ende

Genesis 4, 1-6, 8-16

1 Αδαμ δὲ ἔγνω Ευαν
Adam had intercourse with Eva,
τὴν γυναῖκα αὐτοῦ,
his wife
καὶ συλλαβοῦσα
and, after becoming pregnant,
ἔτεκεν τὸν Καιν καὶ εἶπεν
she bore Cain and said:
Ἐκτησάμην ἄνθρωπον
‘I have acquired a man
διὰ τοῦ θεοῦ.
by (the help of) God.’

2 καὶ προσέθηκεν τεκεῖν
And she added to bear
τὸν ἀδελφὸν αὐτοῦ τὸν Αβελ.
his brother Abel.
καὶ ἐγένετο Αβελ ποιμὴν προβάτων,
And Abel became shepherd of sheep,
Καιν δὲ ἦν ἐργαζόμενος τὴν γῆν.
Cain was cultivating the ground.

3 καὶ ἐγένετο
And it happened
μεθ᾽ ἡμέρας
after (some) days
ἤνεγκεν Καιν
that Cain brought
ἀπὸ τῶν καρπῶν τῆς γῆς
(some) of the fruit of the ground
θυσίαν τῷ κυρίῳ,
for an offering to the Lord.

4 καὶ Αβελ ἤνεγκεν καὶ αὐτὸς
And Abel, too, brought
(for an offering)
ἀπὸ τῶν πρωτοτόκων
(some) of the firstborn
τῶν προβάτων αὐτοῦ
of his sheep
καὶ ἀπὸ τῶν στεάτων αὐτῶν.
and of their fat.

καὶ ἐπεῖδεν ὁ θεὸς ἐπὶ Αβελ
And God was pleased with Abel
καὶ ἐπὶ τοῖς δώροις αὐτοῦ,
and his gifts.

5 ἐπὶ δὲ Καιν
But to Cain
καὶ ἐπὶ ταῖς θυσίαις αὐτοῦ
and to his sacrifices
οὐ προσέσχεν.
he did not turn attention.

καὶ ἐλύπησεν τὸν Καιν λίαν,
And he hurted Cain very much,
καὶ συνέπεσεν
and he (Cain) did get a scowl
τῷ προσώπῳ.
on his face.

6 καὶ εἶπεν κύριος ὁ θεὸς τῷ Καιν
And the Lord God said to Cain:
Ἵνα τί περίλυπος ἐγένου,
‘Why are you very sad,
καὶ ἵνα τί συνέπεσεν
and why that scowl
τὸ πρόσωπόν σου;
on your face?

8 καὶ εἶπεν Καιν
And Cain said
πρὸς Αβελ τὸν ἀδελφὸν αὐτοῦ
to Abel his brother:
Διέλθωμεν εἰς τὸ πεδίον.
‘Let’s go out to the field.’
καὶ ἐγένετο
And it happened
ἐν τῷ εἶναι αὐτοὺς
while they were
ἐν τῷ πεδίῳ
in the field,
καὶ ἀνέστη Καιν
and Cain rose
ἐπὶ Αβελ τὸν ἀδελφὸν αὐτοῦ
against Abel, his brother,
καὶ ἀπέκτεινεν αὐτόν.
and he killed him.

9 καὶ εἶπεν ὁ θεὸς πρὸς Καιν
And God said to Cain:
Ποῦ ἐστιν Αβελ ὁ ἀδελφός σου;
‘Where is Abel, your brother?’

ὁ δὲ εἶπεν Οὐ γινώσκω·
He said: ‘I don’t know.
μὴ φύλαξ τοῦ ἀδελφοῦ μού εἰμι ἐγώ;
Am I the guardian of my brother?”

10 καὶ εἶπεν ὁ θεός
And God said:
Τί ἐποίησας;
‘What have you done?

φωνὴ αἵματος
The voice of the blood
τοῦ ἀδελφοῦ σου
of your brother
βοᾷ πρός με
is crying out to me
ἐκ τῆς γῆς.
from the ground.

11 καὶ νῦν ἐπικατάρατος σὺ
And now, you are banished
ἀπὸ τῆς γῆς,
from the ground,
ἣ ἔχανεν τὸ στόμα αὐτῆς
which has opened its mouth
δέξασθαι τὸ αἷμα
to receive the blood
τοῦ ἀδελφοῦ σου
of your brother
ἐκ τῆς χειρός σου·
out of your hand.

12 ὅτι ἐργᾷ
Even though you cultivate
τὴν γῆν,
the ground,
καὶ οὐ προσθήσει
it will not deliver
τὴν ἰσχὺν αὐτῆς δοῦναί σοι·
its best to give you;
στένων καὶ τρέμων
a drifter and a tramp
ἔσῃ ἐπὶ τῆς γῆς.
you will be on the earth.

13 καὶ εἶπεν Καιν
And Cain said
πρὸς τὸν κύριον
to the Lord:
Μείζων ἡ αἰτία μου
‘To great is my guilt
τοῦ ἀφεθῆναί με·
than to withdraw from it.

14 εἰ ἐκβάλλεις με σήμερον
If you drive me today
ἀπὸ προσώπου τῆς γῆς
out of the land,
καὶ ἀπὸ τοῦ προσώπου σου
and from your presence
κρυβήσομαι,
I will hide,
καὶ ἔσομαι στένων καὶ τρέμων
I will be a drifter and a tramp
ἐπὶ τῆς γῆς,
on the earth,
καὶ ἔσται
and it will be that
πᾶς ὁ εὑρίσκων με
whoever finds me
ἀποκτενεῖ με.
will kill me.’

15 καὶ εἶπεν αὐτῷ κύριος ὁ θεός
And the Lord God said to him:
Οὐχ οὕτως·
‘Certainly not;
πᾶς ὁ ἀποκτείνας Καιν
anyone, who kills Cain,
ἑπτὰ ἐκδικούμενα
sevenfold punished
παραλύσει.
he will pay for it.’

καὶ ἔθετο κύριος ὁ θεὸς
And the Lord God put
σημεῖον τῷ Καιν
a mark on Cain
τοῦ μὴ ἀνελεῖν αὐτὸν
so that not would kill him
πάντα τὸν εὑρίσκοντα αὐτόν.
anyone who found him.

16 ἐξῆλθεν δὲ Καιν
Cain went away
ἀπὸ προσώπου τοῦ θεοῦ
from the presence of God
καὶ ᾤκησεν ἐν γῇ Ναιδ
and settled in the land Nod,
κατέναντι Εδεμ.
opposite to Eden.

Next
Back