Go to content Go to navigation Go to search

Joseph and Potiphar´s Wife · Oct 31, 03:06 AM by Ad van den Ende

Genesis 39

1 Ιωσηφ δὲ κατήχθη εἰς Αἴγυπτον,
Joseph was brought to Egypt
καὶ ἐκτήσατο αὐτὸν Πετεφρης
and Potiphar bought him,
ὁ εὐνοῦχος Φαραω,
the chamberlain of te Pharaoh,
ἀρχιμάγειρος, ἀνὴρ Αἰγύπτιος,
the head of the guard, an Egyptian man,
ἐκ χειρὸς Ισμαηλιτῶν,
out of the hand of the Ishmaelites
οἳ κατήγαγον αὐτὸν ἐκεῖ.
who brought him there.

2 καὶ ἦν κύριος μετὰ Ιωσηφ,
And the Lord was with Joseph
καὶ ἦν ἀνὴρ ἐπιτυγχάνων
and he was a successful man,
καὶ ἐγένετο ἐν τῷ οἴκῳ
and he lived in the house
παρὰ τῷ κυρίῳ τῷ Αἰγυπτίῳ.
with the Egyptian master.

3 ᾔδει δὲ ὁ κύριος αὐτοῦ
His master noticed
ὅτι κύριος μετ᾽ αὐτοῦ
that the Lord (was) with him
καὶ ὅσα ἂν ποιῇ,
and that all he did
κύριος εὐοδοῖ ἐν ταῖς χερσὶν αὐτοῦ.
the Lord did succeed in his hands.

4 καὶ εὗρεν Ιωσηφ χάριν
And Joseph found favour
ἐναντίον τοῦ κυρίου αὐτοῦ,
facing his master,
εὐηρέστει δὲ αὐτῷ,
he pleased him,
καὶ κατέστησεν αὐτὸν ἐπὶ τοῦ οἴκου αὐτοῦ
and he appointed him over his house
καὶ πάντα, ὅσα ἦν αὐτῷ,
and all that was of him.
ἔδωκεν διὰ χειρὸς Ιωσηφ.
he gave in Joseph’s hand.

5 ἐγένετο δὲ μετὰ τὸ κατασταθῆναι αὐτὸν
It happened after he was appointed
ἐπὶ τοῦ οἴκου αὐτοῦ
over his house
καὶ ἐπὶ πάντα, ὅσα ἦν αὐτῷ,
and over all that was of him,
καὶ ηὐλόγησεν κύριος τὸν οἶκον
and the Lord blessed the house
τοῦ Αἰγυπτίου διὰ Ιωσηφ,
of the Egyptian by Joseph,
καὶ ἐγενήθη εὐλογία κυρίου
and the blessing of the Lord was
ἐν πᾶσιν τοῖς ὑπάρχουσιν αὐτῷ
on all that he had on his disposal
ἐν τῷ οἴκῳ καὶ ἐν τῷ ἀγρῷ.
in the house and on the field.

6 καὶ ἐπέτρεψεν πάντα, ὅσα ἦν αὐτῷ,
And he entrusted all that was of him
εἰς χεῖρας Ιωσηφ
to the hands of Joseph,
καὶ οὐκ ᾔδει τῶν καθ᾽ ἑαυτὸν
and he did not think about anything in his household,
οὐδὲν πλὴν τοῦ ἄρτου, οὗ ἤσθιεν αὐτός.
about nothing except the bread he ate himself.

Καὶ ἦν Ιωσηφ καλὸς τῷ εἴδει
And Joseph was handsome in shape
καὶ ὡραῖος τῇ ὄψει σφόδρα.
and very charming in appearance.

7 καὶ ἐγένετο μετὰ τὰ ῥήματα ταῦτα
And it happened after these things
καὶ ἐπέβαλεν ἡ γυνὴ τοῦ κυρίου αὐτοῦ
and the wife of his master let fall
τοὺς ὀφθαλμοὺς αὐτῆς ἐπὶ Ιωσηφ
her eyes on Joseph,
καὶ εἶπεν Κοιμήθητι μετ᾽ ἐμοῦ.
and said: ”Sleep with me!”

8 ὁ δὲ οὐκ ἤθελεν,
But he did not want so,
εἶπεν δὲ τῇ γυναικὶ τοῦ κυρίου αὐτοῦ
he said to the wife of his master:
Εἰ ὁ κύριός μου οὐ γινώσκει δι᾽ ἐμὲ
“If my master do not know, because of me,
οὐδὲν ἐν τῷ οἴκῳ αὐτοῦ
anything in his house,
καὶ πάντα, ὅσα ἐστὶν αὐτῷ,
and all that is of him
ἔδωκεν εἰς τὰς χεῖράς μου
he gave in my hands,
9 καὶ οὐχ ὑπερέχει ἐν τῇ οἰκίᾳ ταύτῃ οὐθὲν ἐμοῦ
and nothing rises in this house above me,
οὐδὲ ὑπεξῄρηται ἀπ᾽ ἐμοῦ οὐδὲν πλὴν σοῦ
nothing has been kept back from me except you,
διὰ τὸ σὲ γυναῖκα αὐτοῦ εἶναι,
because you are his wife,
καὶ πῶς ποιήσω τὸ ῥῆμα τὸ πονηρὸν τοῦτο
and how can I do such a bad thing
καὶ ἁμαρτήσομαι ἐναντίον τοῦ θεοῦ;
and commit a terrible sin facing God?”

10 ἡνίκα δὲ ἐλάλει τῷ Ιωσηφ ἡμέραν ἐξ ἡμέρας,
Then she spoke to Joseph day after day,
καὶ οὐχ ὑπήκουσεν αὐτῇ καθεύδειν μετ᾽ αὐτῆς
and he did not obey her to sleep with her
τοῦ συγγενέσθαι αὐτῇ. –
to have sex with her.

11 ἐγένετο δὲ τοιαύτη τις ἡμέρα,
It happened one day
εἰσῆλθεν Ιωσηφ εἰς τὴν οἰκίαν
that Joseph entered the house
ποιεῖν τὰ ἔργα αὐτοῦ,
to do his tasks,
καὶ οὐθεὶς ἦν τῶν ἐν τῇ οἰκίᾳ ἔσω,
and nobody of the people was inside the house,
12 καὶ ἐπεσπάσατο αὐτὸν τῶν ἱματίων
and she did pull at his clothes
λέγουσα Κοιμήθητι μετ᾽ ἐμοῦ.
saying: ”Sleep with me.”
καὶ καταλιπὼν τὰ ἱμάτια αὐτοῦ ἐν ταῖς χερσὶν αὐτῆς
And having left behind his clothes in her hands
ἔφυγεν καὶ ἐξῆλθεν ἔξω.
he fled and went away outdoors.

13 καὶ ἐγένετο ὡς εἶδεν
And it happened when she saw
ὅτι κατέλιπεν τὰ ἱμάτια αὐτοῦ
he had left behind his clothes
ἐν ταῖς χερσὶν αὐτῆς
in her hands,
καὶ ἔφυγεν καὶ ἐξῆλθεν ἔξω,
and fled and went away outdoors,
14 καὶ ἐκάλεσεν τοὺς ὄντας ἐν τῇ οἰκίᾳ
and she did call the people in the house
καὶ εἶπεν αὐτοῖς λέγουσα
and spoke to them, saying:
Ἴδετε, εἰσήγαγεν ἡμῖν παῖδα Εβραῖον
“Look, he has brough to us a Hebrew slave
ἐμπαίζειν ἡμῖν· εἰσῆλθεν πρός με λέγων
to ridicule us. He came to me, saying:
Κοιμήθητι μετ᾽ ἐμοῦ,
Sleep with me,
καὶ ἐβόησα φωνῇ μεγάλῃ·
and I shouted in a loud voice.
15 ἐν δὲ τῷ ἀκοῦσαι αὐτὸν
When he heard
ὅτι ὕψωσα τὴν φωνήν μου
that I did raise my voice
καὶ ἐβόησα,
and shouted,
καταλιπὼν τὰ ἱμάτια αὐτοῦ παρ᾽ ἐμοὶ
after having left his clothes with me
ἔφυγεν καὶ ἐξῆλθεν ἔξω.
he fled and went away outdoors.”

16 καὶ καταλιμπάνει τὰ ἱμάτια παρ᾽ ἑαυτῇ,
Ad she let lie the clothes close by her
ἕως ἦλθεν ὁ κύριος εἰς τὸν οἶκον αὐτοῦ.
until came the master into his house.
17 καὶ ἐλάλησεν αὐτῷ κατὰ τὰ ῥήματα ταῦτα
And she spoke to him according to these words,
λέγουσα Εἰσῆλθεν πρός με
saying: “He came to me,
ὁ παῖς ὁ Εβραῖος, ὃν εἰσήγαγες πρὸς ἡμᾶς,
the Hebrew slave, whom you brought to us,
ἐμπαῖξαί μοι καὶ εἶπέν μοι
to ridicule me and he said to me:
Κοιμηθήσομαι μετὰ σοῦ·
“I will sleep with you!
18 ὡς δὲ ἤκουσεν ὅτι ὕψωσα τὴν φωνήν μου
But when he heard that I raised my voice
καὶ ἐβόησα, κατέλιπεν τὰ ἱμάτια αὐτοῦ παρ᾽ ἐμοὶ
and shouted, he left his clothes near me
καὶ ἔφυγεν καὶ ἐξῆλθεν ἔξω.
and fled and ran away.”

19 ἐγένετο δὲ ὡς ἤκουσεν ὁ κύριος αὐτοῦ
It happened when his master heard
τὰ ῥήματα τῆς γυναικὸς αὐτοῦ,
the words of his wife,
ὅσα ἐλάλησεν πρὸς αὐτὸν λέγουσα
that she spoke to him, saying:
Οὕτως ἐποίησέν μοι ὁ παῖς σου,
“This is what your slave did to me!”.
καὶ ἐθυμώθη ὀργῇ.
and he flew into a rage.

20 καὶ λαβὼν ὁ κύριος Ιωσηφ
And the master, after grabbing Joseph,
ἐνέβαλεν αὐτὸν εἰς τὸ ὀχύρωμα,
put him into the prison,
εἰς τὸν τόπον, ἐν ᾧ
into the place in which
οἱ δεσμῶται τοῦ βασιλέως κατέχονται
the prisoners of the king were kept,
ἐκεῖ ἐν τῷ ὀχυρώματι.
there in the prison.

21 Καὶ ἦν κύριος μετὰ Ιωσηφ
And the Lord was with Joseph
καὶ κατέχεεν αὐτοῦ ἔλεος
and poured pity over him.
καὶ ἔδωκεν αὐτῷ χάριν
and he gave him goodwill
ἐναντίον τοῦ ἀρχιδεσμοφύλακος,
from the head of the prison.

22 καὶ ἔδωκεν ὁ ἀρχιδεσμοφύλαξ τὸ δεσμωτήριον
And the head of the prison gave the prison
διὰ χειρὸς Ιωσηφ
in the hand of Joseph,
καὶ πάντας τοὺς ἀπηγμένους
and all who had been carried away
ὅσοι ἐν τῷ δεσμωτηρίῳ,
who (were) in the prison,
καὶ πάντα, ὅσα ποιοῦσιν ἐκεῖ.
and all that they do there.

23 οὐκ ἦν ὁ ἀρχιδεσμοφύλαξ τοῦ δεσμωτηρίου γινώσκων
The head of the gard did not know of the prison
δι᾽ αὐτὸν οὐθέν·
anything on behalf of himself.
πάντα γὰρ ἦν διὰ χειρὸς Ιωσηφ
Because all was in the hand of Joseph
διὰ τὸ τὸν κύριον μετ᾽ αὐτοῦ εἶναι,
as a result of the fact that the Lord was with him,
καὶ ὅσα αὐτὸς ἐποίει,
and all he did
κύριος εὐώδου ἐν ταῖς χερσὶν αὐτοῦ.
the Lord did succeed in his hands.

Next
Return

Op dit artikel kan niet gereageerd worden.