Joseph interprets the Prisoners' Dreams · 4053 dagen geleden by Ad van den Ende
Genesis 40
1 Ἐγένετο δὲ μετὰ τὰ ῥήματα ταῦτα
It happened after these things,
ἥμαρτεν ὁ ἀρχιοινοχόος τοῦ βασιλέως Αἰγύπτου
he sinned, the chief cupbearer of the Egyptian king,
καὶ ὁ ἀρχισιτοποιὸς τῷ κυρίῳ αὐτῶν βασιλεῖ Αἰγύπτου.
and the chief baker of their lord, the Egyptian king.
2 καὶ ὠργίσθη Φαραω ἐπὶ τοῖς δυσὶν εὐνούχοις αὐτοῦ,
And the Pharao was very angry with his two chamberlains,
ἐπὶ τῷ ἀρχιοινοχόῳ καὶ ἐπὶ τῷ ἀρχισιτοποιῷ,
with the chief cupbearer and with the chief baker,
3 καὶ ἔθετο αὐτοὺς ἐν φυλακῇ
and he took them in custody
παρὰ τῷ δεσμοφύλακι εἰς τὸ δεσμωτήριον,
with the warder in the jail,
εἰς τὸν τόπον, οὗ Ιωσηφ ἀπῆκτο ἐκεῖ.
on the place where Joseph had been taken.
4 καὶ συνέστησεν ὁ ἀρχιδεσμώτης τῷ Ιωσηφ αὐτούς,
And the head of the guard brought them together with Joseph
καὶ παρέστη αὐτοῖς·
and he served them;
ἦσαν δὲ ἡμέρας ἐν τῇ φυλακῇ. –
they were during days in the prison.
5 καὶ εἶδον ἀμφότεροι ἐνύπνιον,
And both of them saw a dream,
ἑκάτερος ἐνύπνιον,
each of them (saw) a dream,
ἐν μιᾷ νυκτὶ ὅρασις τοῦ ἐνυπνίου αὐτοῦ,
in the same night (they had) a view of this dream,
ὁ ἀρχιοινοχόος καὶ ὁ ἀρχισιτοποιός,
the chief cupbearer and the chief baker,
οἳ ἦσαν τῷ βασιλεῖ Αἰγύπτου,
who were (chamberlains) of the Egyptian king,
οἱ ὄντες ἐν τῷ δεσμωτηρίῳ.
who were in the prison.
6 εἰσῆλθεν δὲ πρὸς αὐτοὺς Ιωσηφ τὸ πρωὶ
Joseph came to them early in the morning,
καὶ εἶδεν αὐτούς, καὶ ἦσαν τεταραγμένοι.
and he saw them, and they were confused.
7 καὶ ἠρώτα τοὺς εὐνούχους Φαραω,
And he asked the chamberlains of the Pharao,
οἳ ἦσαν μετ᾽ αὐτοῦ ἐν τῇ φυλακῇ
who were with him in the prison,
παρὰ τῷ κυρίῳ αὐτοῦ, λέγων
near his master, saying:
Τί ὅτι τὰ πρόσωπα ὑμῶν σκυθρωπὰ σήμερον;
Why your faces (are) sad today?
8 οἱ δὲ εἶπαν αὐτῷ
They said him:
Ἐνύπνιον εἴδομεν,
“We saw a dream,
καὶ ὁ συγκρίνων οὐκ ἔστιν αὐτό.
And who can explain it is not there”
εἶπεν δὲ αὐτοῖς Ιωσηφ
Joseph said to them:
“Οὐχὶ διὰ τοῦ θεοῦ ἡ διασάφησις αὐτῶν ἐστιν;
“Is not thanks to the god the explanation of them?
διηγήσασθε οὖν μοι. –
So tell them to me.”
9 καὶ διηγήσατο ὁ ἀρχιοινοχόος
And the chief cupbearer told
τὸ ἐνύπνιον αὐτοῦ τῷ Ιωσηφ καὶ εἶπεν
his dream to Joseph and said:
Ἐν τῷ ὕπνῳ μου ἦν ἄμπελος ἐναντίον μου·
“In my dream there was a grapevine opposite me,
10 ἐν δὲ τῇ ἀμπέλῳ τρεῖς πυθμένες,
in the grapevine (were) three branches,
καὶ αὐτὴ θάλλουσα
and when she flowered,
ἀνενηνοχυῖα βλαστούς·
raising the young shoots,
πέπειροι οἱ βότρυες σταφυλῆς.
(were) ripe the grapes of the cluster.
11 καὶ τὸ ποτήριον Φαραω
And the cup of the Pharaoh
ἐν τῇ χειρί μου·
(was) in my hand;
καὶ ἔλαβον τὴν σταφυλὴν
and I took the cluster of grapes
καὶ ἐξέθλιψα αὐτὴν εἰς τὸ ποτήριον
and pressed it into the cup,
καὶ ἔδωκα τὸ ποτήριον
and gave the cup
εἰς τὰς χεῖρας Φαραω.
in the hands of the Pharaoh.”
12 καὶ εἶπεν αὐτῷ Ιωσηφ
And Joseph said to him:
Τοῦτο ἡ σύγκρισις αὐτοῦ·
“This is the explanation of it:
οἱ τρεῖς πυθμένες
the three branches
τρεῖς ἡμέραι εἰσίν·
are three days;
13 ἔτι τρεῖς ἡμέραι
still three days
καὶ μνησθήσεται Φαραω
and Pharaoh will remember
τῆς ἀρχῆς σου
your office,
καὶ ἀποκαταστήσει σε
and will restore you
ἐπὶ τὴν ἀρχιοινοχοίαν σου,
in your office of chief cupbearer,
καὶ δώσεις τὸ ποτήριον Φαραω
and you shall give the cup of the Pharaoh
εἰς τὴν χεῖρα αὐτοῦ
in his hand,
κατὰ τὴν ἀρχήν σου τὴν προτέραν,
according to your previous office
ὡς ἦσθα οἰνοχοῶν.
when you were wine-pourer.
14 ἀλλὰ μνήσθητί μου διὰ σεαυτοῦ,
But remember me by yourself
ὅταν εὖ σοι γένηται,
when it will be well with you;
καὶ ποιήσεις ἐν ἐμοὶ ἔλεος
and you will make mercy upon me
καὶ μνησθήσῃ περὶ ἐμοῦ Φαραω
and will make mention of me to Pharaoh,
καὶ ἐξάξεις με
and you will get me
ἐκ τοῦ ὀχυρώματος τούτου·
out of this prison.
15 ὅτι κλοπῇ ἐκλάπην
For by robbery I was stolen
ἐκ γῆς Εβραίων
out of (the) land of the Hebrews;
καὶ ὧδε οὐκ ἐποίησα οὐδέν,
and here I have not done something
ἀλλ᾽ ἐνέβαλόν με εἰς τὸν λάκκον τοῦτον.
but they did put me into this reservoir.”
16 καὶ εἶδεν ὁ ἀρχισιτοποιὸς
And the chief baker saw
ὅτι ὀρθῶς συνέκρινεν,
that he had explained exactly,
καὶ εἶπεν τῷ Ιωσηφ
and he said to Joseph:
Κἀγὼ εἶδον ἐνύπνιον
“I also saw a dream;
;
καὶ ᾤμην τρία κανᾶ
and I thought three baskets
χονδριτῶν αἴρειν
with bannocks to bear
ἐπὶ τῆς κεφαλῆς μου·
on my head.
17 ἐν δὲ τῷ κανῷ τῷ ἐπάνω
And in the uppermost basket
ἀπὸ πάντων τῶν γενῶν,
(were) of all sorts
ὧν ὁ βασιλεὺς Φαραω ἐσθίει,
which king Pharaoh eats,
ἔργον σιτοποιοῦ,
(the) work of a baker.
καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ
And the birds of the heaven
κατήσθιεν αὐτὰ
did eat that
ἀπὸ τοῦ κανοῦ τοῦ ἐπάνω τῆς κεφαλῆς μου.
out of the basket above on my head.”
18 ἀποκριθεὶς δὲ Ιωσηφ εἶπεν αὐτῷ
And Joseph, answering, said to him:
Αὕτη ἡ σύγκρισις αὐτοῦ·
“This (is) its explanation:
τὰ τρία κανᾶ τρεῖς ἡμέραι εἰσίν·
the three baskets are three days.
19 ἔτι τριῶν ἡμερῶν
Still three days, (then)
ἀφελεῖ Φαραω τὴν κεφαλήν σου ἀπὸ σοῦ
Pharaoh will take away your head from you,
καὶ κρεμάσει σε ἐπὶ ξύλου,
and he will hang you on a pole,
καὶ φάγεται τὰ ὄρνεα τοῦ οὐρανοῦ
and they will eat, the birds of the heaven,
τὰς σάρκας σου ἀπὸ σοῦ. –
your flesh from you.”
20 ἐγένετο δὲ ἐν τῇ ἡμέρᾳ τῇ τρίτῃ
It happened that on the third day
ἡμέρα γενέσεως ἦν Φαραω,
it was the day of the birth of the Pharaoh,
καὶ ἐποίει πότον πᾶσι τοῖς παισὶν αὐτοῦ.
and he made a drinking-bout for all his servants.
καὶ ἐμνήσθη τῆς ἀρχῆς τοῦ ἀρχιοινοχόου
and he remembered the offce of the chief cupbearer
καὶ τῆς ἀρχῆς τοῦ ἀρχισιτοποιοῦ
and the office of the chief baker
ἐν μέσῳ τῶν παίδων αὐτοῦ
in the middle of his servants.
21 καὶ ἀπεκατέστησεν τὸν ἀρχιοινοχόον
And he restored the chief cupbearer
ἐπὶ τὴν ἀρχὴν αὐτοῦ,
to his office,
καὶ ἔδωκεν τὸ ποτήριον
and he gave the cup
εἰς τὴν χεῖρα Φαραω,
in the hand of the Pharaoh.
22 τὸν δὲ ἀρχισιτοποιὸν ἐκρέμασεν,
But the chief baker he hanged
καθὰ συνέκρινεν αὐτοῖς Ιωσηφ.
just as Joseph had explained to them.
23 οὐκ ἐμνήσθη δὲ ὁ ἀρχιοινοχόος τοῦ Ιωσηφ
And the chief cupbearer did not remember Joseph,
ἀλλὰ ἐπελάθετο αὐτοῦ.
but he forgot him.