The sea! · 3716 dagen geleden by Ad van den Ende
1[4.7.19] ἐντεῦθεν διῆλθον σταθμοὺς τέτταρας
From there they passed four day’s marches,
παρασάγγας εἴκοσι
twenty Persian miles,
πρὸς πόλιν μεγάλην καὶ εὐδαίμονα
to a town, large and prosperous
καὶ οἰκουμένην ἣ ἐκαλεῖτο Γυμνιάς.
and well-populated, which was called Gymnias;
ἐκ ταύτης τῆς χώρας ὁ ἄρχων
from this land the chief
τοῖς Ἕλλησιν ἡγεμόνα πέμπει,
sent the Hellenes a guide
ὅπως διὰ τῆς ἑαυτῶν πολεμίας χώρας
in order to, through a land hostile to them,,
ἄγοι αὐτούς.
he leads them.
[4.7.20] ἐλθὼν δ᾽ ἐκεῖνος λέγει
This man, having come, tells
ὅτι ἄξει αὐτοὺς πέντε ἡμερῶν
that he would lead them within five days
εἰς χωρίον ὅθεν ὄψονται θάλατταν·
to a place from which they would see the sea,
εἰ δὲ μή, τεθνάναι ἐπηγγείλατο.
and if not, he promised to dy.
καὶ ἡγούμενος, ἐπειδὴ
and leading (them), as soon as
ἐνέβαλλεν εἰς τὴν [ἑαυτοῦ] πολεμίαν,
he set foot in the country hostile to himself
παρεκελεύετο αἴθειν καὶ φθείρειν τὴν χώραν·
he urged them to burn and devastate the land;
ὧι καὶ δῆλον ἐγένετο
and because of this it became clear
ὅτι τούτου ἕνεκα ἔλθοι,
that for this he had come,
οὐ τῆς τῶν Ἑλλήνων εὐνοίας.
not out of the good-will to the Hellenes.
[4.7.21] καὶ ἀφικνοῦνται ἐπὶ τὸ ὄρος
And they reached the mountain,
τῆι πέμπτηι ἡμέραι·
on the fifth day;
ὄνομα δὲ τῶι ὄρει ἦν Θήχης.
the name of the mountain was Theches.
ἐπεὶ δὲ οἱ πρῶτοι ἐγένοντο ἐπὶ τοῦ ὄρους
When the first soldiers came on the mountain
καὶ κατεῖδον τὴν θάλατταν,
and saw the sea
κραυγὴ πολλὴ ἐγένετο.
a great cry arose,
[4.7.22] ἀκούσας δὲ ὁ Ξενοφῶν
Xenophon, having heard this,
καὶ οἱ ὀπισθοφύλακες
and the soldiers of the reargard,
ὠιήθησαν ἔμπροσθεν ἄλλους
thaught that in front of them others
ἐπιτίθεσθαι πολεμίους·
attacked, ennemies,
εἵποντο γὰρ ὄπισθεν
for they followed behind
ἐκ τῆς καιομένης χώρας,
out of the burning land,
καὶ αὐτῶν οἱ ὀπισθοφύλακες
and of them the soldiers of the rearguard
ἀπέκτεινάν τέ τινας
had killed some,
καὶ ἐζώγρησαν ἐνέδραν ποιησάμενοι,
and captured (others) alive by laying an ambush;
καὶ γέρρα ἔλαβον
they had taken also shields,
δασειῶν βοῶν ὠμοβόεια
(covered with) the raw hides of hairy oxen.
ἀμφὶ τὰ εἴκοσιν.
about twenty.
[4.7.23] ἐπειδὴ δὲ βοὴ πλείων τε ἐγίγνετο καὶ ἐγγύτερον
But as the shouting became louder and nearer
καὶ οἱ ἀεὶ ἐπιόντες ἔθεον δρόμωι
also the ever following hastened in rapid marche
ἐπὶ τοὺς ἀεὶ βοῶντας
towards the ever shouting men,
καὶ πολλῶι μείζων ἐγίγνετο ἡ βοὴ
and the shouting grew much louder
ὅσωι δὴ πλείους ἐγίγνοντο,
as there came more people.
[4.7.24] ἐδόκει δὴ μεῖζόν τι εἶναι τῶι Ξενοφῶντι,
Xenophon felt that something extraordinary happened,
καὶ ἀναβὰς ἐφ᾽ ἵππον
and having mounted his horse,
καὶ Λύκιον καὶ τοὺς ἱππέας ἀναλαβὼν
and taking with him Lycius and the horsemen,
παρεβοήθει·
he came to help;
καὶ τάχα δὴ ἀκούουσι βοώντων τῶν στρατιωτῶν
and presently they hear the soldiers shouting:
«θάλαττα θάλαττα» καὶ παρεγγυώντων.
“The sea! the sea!” and passing (the word) along;
ἔνθα δὴ ἔθεον πάντες καὶ οἱ ὀπισθοφύλακες,
then they hastened all, also the soldiers of the reargard,
καὶ τὰ ὑποζύγια ἠλαύνετο
and the baggage animals came galloping up
καὶ οἱ ἵπποι.
and the horses.
[4.7.25] ἐπεὶ δὲ ἀφίκοντο πάντες ἐπὶ τὸ ἄκρον,
When they all had arrived at the summit,
ἐνταῦθα δὴ περιέβαλλον ἀλλήλους
then they embraced each another
καὶ στρατηγοὺς καὶ λοχαγοὺς δακρύοντες.
and generals and officers, weeping.
καὶ ἐξαπίνης ὅτου δὴ παρεγγυήσαντος
And suddenly, some one, whoever, having given the order,
οἱ στρατιῶται φέρουσι λίθους
the soldiers bring stones
καὶ ποιοῦσι κολωνὸν μέγαν.
and make a great pile.
[4.7.26] ἐνταῦθα ἀνετίθεσαν δερμάτων πλῆθος ὠμοβοείων
There they layed on a host of untanned oxhides,
καὶ βακτηρίας καὶ τὰ αἰχμάλωτα γέρρα,
and staves, and the captured shields,
καὶ ὁ ἡγεμὼν αὐτός τε κατέτεμνε τὰ γέρρα
and the guide himself cutted up the shields,
καὶ τοῖς ἄλλοις διεκελεύετο.
and exhorted the others.
[4.7.27] μετὰ ταῦτα τὸν ἡγεμόνα οἱ Ἕλληνες ἀποπέμπουσι
After this the Hellenes dismiss the guide
δῶρα δόντες ἀπὸ κοινοῦ
giving presents from the common store,
ἵππον καὶ φιάλην ἀργυρᾶν καὶ σκευὴν Περσικὴν
a horse and a silver bowl and a Persian dress,
καὶ δαρεικοὺς δέκα·
and ten darics;
ἤιτει δὲ μάλιστα τοὺς δακτυλίους,
but he most begged the rings,
καὶ ἔλαβε πολλοὺς παρὰ τῶν στρατιωτῶν.
and he got many from the soldiers.
κώμην δὲ δείξας αὐτοῖς
And having showed them a village
οὗ σκηνήσουσι
where she could bivouac,
καὶ τὴν ὁδὸν ἣν
and the road by which
πορεύσονται εἰς Μάκρωνας,
they would go towards the Macrones,
ἐπεὶ ἑσπέρα ἐγένετο ὤιχετο τῆς νυκτὸς ἀπιών.
when evening came he went off in the dark.