Go to content Go to navigation Go to search

The conversion of Saul · 4029 dagen geleden by Ad van den Ende

Acts 8, 1-3

8 Saul begins to persecute the Church


Ἐγένετο δὲ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ
On that day occured
διωγμὸς μέγας ἐπὶ τὴν ἐκκλησίαν τὴν ἐν Ἱεροσολύμοις·
a great persecution against the church in Jerusalem.
πάντες δὲ διεσπάρησαν
and all scattered
κατὰ τὰς χώρας τῆς Ἰουδαίας καὶ Σαμαρείας
throughout the regions of Judea and Samaria,
πλὴν τῶν ἀποστόλων. except the apostles.

2  συνεκόμισαν δὲ τὸν Στέφανον ἄνδρες εὐλαβεῖς
Some devout men buried Stephen
καὶ ἐποίησαν κοπετὸν μέγαν ἐπ᾽ αὐτῷ. and made great lamentation over him.
3  Σαῦλος δὲ ἐλυμαίνετο τὴν ἐκκλησίαν
But Saul disgraced the church;
κατὰ τοὺς οἴκους εἰσπορευόμενος,
one house after another entering,
σύρων τε ἄνδρας καὶ γυναῖκας
dragging off both men and women
παρεδίδου εἰς φυλακήν.
he put them in prison.

Acts 9,1-19 The Conversion of Saul

1  Ὁ δὲ Σαῦλος,
And Saul,
ἔτι ἐμπνέων ἀπειλῆς καὶ φόνου
still breathing out threats and murder
εἰς τοὺς μαθητὰς τοῦ κυρίου,
against the disciples of the Lord,
προσελθὼν τῷ ἀρχιερεῖ
after going to the high priest
2  ᾐτήσατο παρ᾽ αὐτοῦ ἐπιστολὰς
requested from him letters
εἰς Δαμασκὸν πρὸς τὰς συναγωγάς,
to the synagogues in Damascus,
ὅπως ἐάν τινας εὕρῃ τῆς ὁδοῦ ὄντας,
so that if he found people belonging to the Way,
ἄνδρας τε καὶ γυναῖκας,
men and women,
δεδεμένους ἀγάγῃ εἰς Ἰερουσαλήμ.
he could bring them, put in irons, to Jerusalem.

3  ἐν δὲ τῷ πορεύεσθαι
As he was going along,
ἐγένετο αὐτὸν ἐγγίζειν τῇ Δαμασκῷ,
it happened that he approached Damascus,
ἐξαίφνης τε αὐτὸν περιήστραψεν φῶς ἐκ τοῦ οὐρανοῦ,
suddenly flashed around him a light from the heaven.
4  καὶ πεσὼν ἐπὶ τὴν γῆν
And, fallen to the ground
ἤκουσεν φωνὴν λέγουσαν αὐτῷ,
he heard a voice saying to him:
Σαοὺλ Σαούλ, τί με διώκεις;
“Saul, Saul, why do you persecute me?”
5  εἶπεν δέ, Τίς εἶ, κύριε;
And he said, “Who are you, lord?”
ὁ δέ, Ἐγώ εἰμι Ἰησοῦς ὃν σὺ διώκεις·
And he (replied): “I am Jesus whom you persecutes!
6  ἀλλὰ ἀνάστηθι καὶ εἴσελθε εἰς τὴν πόλιν,
But stand up and go to the city,
καὶ λαληθήσεταί σοι ὅ τί σε δεῖ ποιεῖν.
and you will be told what you must do.”
7  οἱ δὲ ἄνδρες οἱ συνοδεύοντες αὐτῷ εἱστήκεισαν ἐνεοί,
And the men who were traveling with him stood speechless,
ἀκούοντες μὲν τῆς φωνῆς
hearing the voice
μηδένα δὲ θεωροῦντες.
but seeing nobody.

8  ἠγέρθη δὲ Σαῦλος ἀπὸ τῆς γῆς,
And Saul got up from the ground,
ἀνεῳγμένων δὲ τῶν ὀφθαλμῶν αὐτοῦ
but although his eyes were open
οὐδὲν ἔβλεπεν·
he did see nothing.
χειραγωγοῦντες δὲ αὐτὸν
And leading him by the hand
εἰσήγαγον εἰς Δαμασκόν.
they brought him into Damascus.
9  καὶ ἦν ἡμέρας τρεῖς μὴ βλέπων,
And he was for three days not seeing,
καὶ οὐκ ἔφαγεν οὐδὲ ἔπιεν.
and he did not eat nor drink.

10  Ἦν δέ τις μαθητὴς ἐν Δαμασκῷ
And there was a disciple in Damascus
ὀνόματι Ἁνανίας,
named Ananias.
καὶ εἶπεν πρὸς αὐτὸν ἐν ὁράματι ὁ κύριος,
And the Lord said to him in a vision,
Ἁνανία. ὁ δὲ εἶπεν, Ἰδοὺ ἐγώ, κύριε.
“Ananias!” and he said: “See, (here) I (am), Lord.”
11  ὁ δὲ κύριος πρὸς αὐτόν,
And the Lord (said) to him:
Ἀναστὰς πορεύθητι ἐπὶ τὴν ῥύμην
“After getting up you go to the street
τὴν καλουμένην Εὐθεῖαν
called ‘Straight,’
καὶ ζήτησον ἐν οἰκίᾳ Ἰούδα
and seek in Judas’ house
Σαῦλον ὀνόματι Ταρσέα·
for (a man) named Saul from Tarsus.
ἰδοὺ γὰρ προσεύχεται,
For see, he is praying.
12  καὶ εἶδεν ἄνδρα [ἐν ὁράματι] Ἁνανίαν ὀνόματι
and he has seen a man [in a vision ] named Ananias
εἰσελθόντα καὶ ἐπιθέντα αὐτῷ [τὰς] χεῖρας
coming in and placing on him [the] hands
ὅπως ἀναβλέψῃ.
so that he may see again.”

13  ἀπεκρίθη δὲ Ἁνανίας,
But Ananias replied:
Κύριε, ἤκουσα ἀπὸ πολλῶν περὶ τοῦ ἀνδρὸς τούτου,
“Lord, I have heard from many people about this man,
ὅσα κακὰ τοῖς ἁγίοις σου ἐποίησεν ἐν Ἰερουσαλήμ·
how much harm to your saints he has done in Jerusalem,
14  καὶ ὧδε ἔχει ἐξουσίαν
and here he has authority
παρὰ τῶν ἀρχιερέων δῆσαι
from the chief priests to put in irons
πάντας τοὺς ἐπικαλουμένους τὸ ὄνομά σου.
all who call on your name!”
15  εἶπεν δὲ πρὸς αὐτὸν ὁ κύριος,
But the Lord said to him:
Πορεύου, ὅτι σκεῦος ἐκλογῆς ἐστίν μοι οὗτος
“Go, because a chosen tool this man is for me
τοῦ βαστάσαι τὸ ὄνομά μου ἐνώπιον ἐθνῶν
to carry my name before nations
τε καὶ βασιλέων υἱῶν τε Ἰσραήλ·
and kings and the sons of Israel.
16  ἐγὼ γὰρ ὑποδείξω αὐτῷ
For I shall show him
ὅσα δεῖ αὐτὸν ὑπὲρ τοῦ ὀνόματός μου παθεῖν.
how much he for the sake of my name must suffer .”

17  Ἀπῆλθεν δὲ Ἁνανίας
 And Ananias departed
καὶ εἰσῆλθεν εἰς τὴν οἰκίαν,
and entered the house,
καὶ ἐπιθεὶς ἐπ᾽ αὐτὸν τὰς χεῖρας εἶπεν,
and having placed on him the hands he said:
Σαοὺλ ἀδελφέ, ὁ κύριος ἀπέσταλκέν με,
“Saul, brother, the Lord has sent me
Ἰησοῦς ὁ ὀφθείς σοι
Jesus, who has been seen by you
ἐν τῇ ὁδῷ ᾗ ἤρχου,
on the road along which you came,
ὅπως ἀναβλέψῃς καὶ πλησθῇς πνεύματος ἁγίου.
so that you may see again and be filled with a holy spirit.”
18  καὶ εὐθέως ἀπέπεσαν αὐτοῦ ἀπὸ τῶν ὀφθαλμῶν ὡς λεπίδες,
And immediately fell from his eyes something like shells,
ἀνέβλεψέν τε, καὶ ἀναστὰς ἐβαπτίσθη,
he did see again, and after getting up he was baptized.
19  καὶ λαβὼν τροφὴν ἐνίσχυσεν.
And after taking food he strengthened.
Ἐγένετο δὲ μετὰ τῶν ἐν Δαμασκῷ μαθητῶν
And he was with the disciples in Damascus
ἡμέρας τινάς,
for several days.

Return

reageer