The lost Son · 4062 dagen geleden by Ad van den Ende
Luc 15, 1-32
The lost Sheep
1 Ἦσαν δὲ αὐτῷ ἐγγίζοντες
They were coming near him
πάντες οἱ τελῶναι
all the tax collectors
καὶ οἱ ἁμαρτωλοὶ ἀκούειν αὐτοῦ.
and the sinners to listen to him.
2 καὶ διεγόγγυζον
And they were grumbling in a loud voice,
οἵ τε Φαρισαῖοι καὶ οἱ γραμματεῖς λέγοντες ὅτι
the Pharisees and the scribes, saying:
Οὗτος ἁμαρτωλοὺς προσδέχεται
“This man welcomes sinners
καὶ συνεσθίει αὐτοῖς.
and eats with them.”
3 εἶπεν δὲ πρὸς αὐτοὺς
And he told them
τὴν παραβολὴν ταύτην λέγων,
this parable, saying:
4 Τίς ἄνθρωπος ἐξ ὑμῶν
“Which one of you,
ἔχων ἑκατὸν πρόβατα
having hundred sheep
καὶ ἀπολέσας ἐξ αὐτῶν ἓν
and having lost one of them,
οὐ καταλείπει τὰ ἐνενήκοντα ἐννέα
does not leave the ninety-nine
ἐν τῇ ἐρήμῳ καὶ πορεύεται
in the wilderness and go
ἐπὶ τὸ ἀπολωλὸς ἕως εὕρῃ αὐτό;
after the one that is lost until he finds it?
5 καὶ εὑρὼν
And when he has found it
ἐπιτίθησιν ἐπὶ τοὺς ὤμους αὐτοῦ χαίρων,
he lays it on his shoulders, rejoicing.
6 καὶ ἐλθὼν εἰς τὸν οἶκον
And when he has come to the home
συγκαλεῖ τοὺς φίλους καὶ τοὺς γείτονας
he calls together the friends and the neighbors,
λέγων αὐτοῖς, Συγχάρητέ μοι,
saying to them: ‘Rejoice with me,
ὅτι εὗρον τὸ πρόβατόν μου τὸ ἀπολωλός.
for I have found the sheep of mine that was lost.’
7 λέγω ὑμῖν ὅτι οὕτως χαρὰ ἐν τῷ οὐρανῷ ἔσται
I tell you that so there will be joy in the heaven
ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι
over one sinner who repents
ἢ ἐπὶ ἐνενήκοντα ἐννέα δικαίοις
(more) than over ninety-nine righteous persons
οἵτινες οὐ χρείαν ἔχουσιν μετανοίας.
who have no need for repentance.
The lost Coin
8 Ἢ τίς γυνὴ δραχμὰς ἔχουσα δέκα,
Or what woman having ten silver coins,
ἐὰν ἀπολέσῃ δραχμὴν μίαν,
if she has lost one silver coin,
οὐχὶ ἅπτει λύχνον
does not light a lamp
καὶ σαροῖ τὴν οἰκίαν
and sweep clean the house,
καὶ ζητεῖ ἐπιμελῶς ἕως οὗ εὕρῃ;
and search carefully until she finds (it)?
9 καὶ εὑροῦσα
And when she has found (it),
συγκαλεῖ τὰς φίλας
she calls her friends
καὶ γείτονας λέγουσα,
and neighbors, saying:
Συγχάρητέ μοι,
‘Rejoice with me,
ὅτι εὗρον τὴν δραχμὴν
for I have found the coin
ἣν ἀπώλεσα.
that I had lost.’
10 οὕτως, λέγω ὑμῖν,
Just so, I tell you,
γίνεται χαρὰ
there will be joy
ἐνώπιον τῶν ἀγγέλων τοῦ θεοῦ
in the presence of the angels of God
ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι.
over one sinner who repents.”
The lost Son
11 Εἶπεν δέ, Ἄνθρωπός τις εἶχεν δύο υἱούς.
And he said: “A man had two sons.
12 καὶ εἶπεν ὁ νεώτερος αὐτῶν τῷ πατρί,
And the younger of them said to his father:
Πάτερ, δός μοι
‘Father, give me
τὸ ἐπιβάλλον μέρος τῆς οὐσίας.
the part that belongs to me of the property!’
ὁ δὲ διεῖλεν αὐτοῖς τὸν βίον.
And he divided between them the property.
13 καὶ μετ᾽ οὐ πολλὰς ἡμέρας
And after not many days,
συναγαγὼν ἅπαντα ὁ νεώτερος υἱὸς
having gathered all, the younger son
ἀπεδήμησεν εἰς χώραν μακράν,
traveled away from home to a far country,
καὶ ἐκεῖ διεσκόρπισεν τὴν οὐσίαν αὐτοῦ
and there he wasted his property,
ζῶν ἀσώτως.
living lawless.
14 δαπανήσαντος δὲ αὐτοῦ πάντα
When he had spent everything,
ἐγένετο λιμὸς ἰσχυρὰ
there originated a severe famine
κατὰ τὴν χώραν ἐκείνην,
everywhere in that land,
καὶ αὐτὸς ἤρξατο ὑστερεῖσθαι.
and he himself began to be in need.
15 καὶ πορευθεὶς
And after having went out
ἐκολλήθη ἑνὶ τῶν πολιτῶν
he attached himself to one of the citizens
τῆς χώρας ἐκείνης,
of that land,
καὶ ἔπεμψεν αὐτὸν εἰς τοὺς ἀγροὺς αὐτοῦ
and he sent him to his fields
βόσκειν χοίρους·
to look after pigs.
16 καὶ ἐπεθύμει χορτασθῆναι
And he did long to be fed
ἐκ τῶν κερατίων ὧν ἤσθιον οἱ χοῖροι,
with the peelings that the pigs ate;
καὶ οὐδεὶς ἐδίδου αὐτῷ.
and nobody gave him
17 εἰς ἑαυτὸν δὲ ἐλθὼν ἔφη,
And having come to himself he said:
Πόσοι μίσθιοι τοῦ πατρός μου
‘How many day labourers of my father
περισσεύονται ἄρτων,
abound in bread,
ἐγὼ δὲ λιμῷ ὧδε ἀπόλλυμαι.
but here of hunger I am dying!
18 ἀναστὰς πορεύσομαι πρὸς τὸν πατέρα μου
Having got up I will go to my father,
καὶ ἐρῶ αὐτῷ,
and I will say to him:
Πάτερ, ἥμαρτον εἰς τὸν οὐρανὸν
“Father, I have sinned against the heaven
καὶ ἐνώπιόν σου,
and before you;
19 οὐκέτι εἰμὶ ἄξιος
I am no longer worthy
κληθῆναι υἱός σου·
to be called your son;
ποίησόν με ὡς ἕνα τῶν μισθίων σου.
treat me like one of your day labourers.”
20 καὶ ἀναστὰς ἦλθεν πρὸς τὸν πατέρα ἑαυτοῦ.
And having got up he went to his father.
ἔτι δὲ αὐτοῦ μακρὰν ἀπέχοντος
And while he was still far off,
εἶδεν αὐτὸν ὁ πατὴρ αὐτοῦ
he saw him, his father,
καὶ ἐσπλαγχνίσθη
and he got compassion;
καὶ δραμὼν
and having run (to him)
ἐπέπεσεν ἐπὶ τὸν τράχηλον αὐτοῦ
he threw his arms round his neck
καὶ κατεφίλησεν αὐτόν.
and kissed him.
21 εἶπεν δὲ ὁ υἱὸς αὐτῷ,
And the son said to him:
Πάτερ, ἥμαρτον εἰς τὸν οὐρανὸν
“Father, I have sinned against the heaven
καὶ ἐνώπιόν σου,
and before you;
οὐκέτι εἰμὶ ἄξιος
I am no longer worthy
κληθῆναι υἱός σου·
to be called your son.”
22 εἶπεν δὲ ὁ πατὴρ πρὸς τοὺς δούλους αὐτοῦ,
But the father said to his slaves,
Ταχὺ ἐξενέγκατε στολὴν τὴν πρώτην
“Quickly, bring out a robe, the best one,
καὶ ἐνδύσατε αὐτόν,
and put it on him,
καὶ δότε δακτύλιον εἰς τὴν χεῖρα αὐτοῦ
and put a ring on his hand,
καὶ ὑποδήματα εἰς τοὺς πόδας,
and sandals on his feet.
23 καὶ φέρετε τὸν μόσχον τὸν σιτευτόν,
And bring the calf, the fatted one,
θύσατε
sacrifice (it),
καὶ φαγόντες εὐφρανθῶμεν,
and let us, having eaten, celebrate,
24 ὅτι οὗτος ὁ υἱός μου νεκρὸς ἦν
for this son of mine was dead
καὶ ἀνέζησεν, ἦν ἀπολωλὼς
and is alive again, he was lost
καὶ εὑρέθη.
and is found!”
καὶ ἤρξαντο εὐφραίνεσθαι.
And they began to celebrate.
25 Ἦν δὲ ὁ υἱὸς αὐτοῦ ὁ πρεσβύτερος ἐν ἀγρῷ·
And his elder son was in the field;
καὶ ὡς ἐρχόμενος ἤγγισεν τῇ οἰκίᾳ,
and when he, coming, approached the house,
ἤκουσεν συμφωνίας καὶ χορῶν,
he heard music and dancing,
26 καὶ προσκαλεσάμενος ἕνα τῶν παίδων
and having called to him one of the slaves
ἐπυνθάνετο τί ἂν εἴη ταῦτα.
he asked what that was.
27 ὁ δὲ εἶπεν αὐτῷ ὅτι
And he said to him:
“Ὁ ἀδελφός σου ἥκει,
“Your brother has come,
καὶ ἔθυσεν ὁ πατήρ σου
and your father has sacrificed
τὸν μόσχον τὸν σιτευτόν,
the calf, the fatted one,
ὅτι ὑγιαίνοντα αὐτὸν ἀπέλαβεν.
because, being healthy, he has got him back.”
28 ὠργίσθη δὲ καὶ οὐκ ἤθελεν εἰσελθεῖν.
He became angry and did not wish to go in.
ὁ δὲ πατὴρ αὐτοῦ ἐξελθὼν
And his father, having come out,
παρεκάλει αὐτόν.
invited him.
29 ὁ δὲ ἀποκριθεὶς εἶπεν τῷ πατρὶ αὐτοῦ,
But he, answering, said to his father,
Ἰδοὺ τοσαῦτα ἔτη δουλεύω σοι
“See, so many years I serve you,
καὶ οὐδέποτε ἐντολήν σου παρῆλθον,
and never I have violated your command;
καὶ ἐμοὶ οὐδέποτε ἔδωκας ἔριφον
and to me you have never given a young goat
ἵνα μετὰ τῶν φίλων μου εὐφρανθῶ·
so that with my friends I might celebrate.
30 ὅτε δὲ ὁ υἱός σου
But when this son of yours,
οὗτος ὁ καταφαγών σου τὸν βίον
he who has devoured your property
μετὰ πορνῶν ἦλθεν,
with prostitutes, came back,
ἔθυσας αὐτῷ τὸν σιτευτὸν μόσχον.
you offered for him the fatted calf!’
31 ὁ δὲ εἶπεν αὐτῷ,
And he said to him:
Τέκνον, σὺ πάντοτε μετ᾽ ἐμοῦ εἶ,
“Child, always you are with me,
καὶ πάντα τὰ ἐμὰ σά ἐστιν·
and all that is mine is yours.
32 εὐφρανθῆναι δὲ καὶ χαρῆναι ἔδει,
To celebrate and to rejoice was necessary,
ὅτι ὁ ἀδελφός σου οὗτος
because this brother of yours
νεκρὸς ἦν καὶ ἔζησεν,
was dead and has come to life,
καὶ ἀπολωλὼς καὶ εὑρέθη.
and he was lost and has been found.”