Go to content Go to navigation Go to search

The walk to Emmaus · 4035 dagen geleden by Ad van den Ende

13  Καὶ ἰδοὺ δύο ἐξ αὐτῶν ἐν αὐτῇ τῇ ἡμέρᾳ
And see, two of them, that very day,
ἦσαν πορευόμενοι εἰς κώμην
were going to a village
ἀπέχουσαν σταδίους ἑξήκοντα ἀπὸ Ἰερουσαλήμ,
being sixty stadiums distant from Jerusalem,
ᾗ ὄνομα Ἐμμαοῦς,
with the name Emmaus.

14  καὶ αὐτοὶ ὡμίλουν πρὸς ἀλλήλους
And they were talking to each other
περὶ πάντων τῶν συμβεβηκότων τούτων.
about all the things that had happened.
15  καὶ ἐγένετο
And it happened
ἐν τῷ ὁμιλεῖν αὐτοὺς καὶ συζητεῖν
while they were talking and debating,
καὶ αὐτὸς Ἰησοῦς ἐγγίσας
Jesus himself, approached
συνεπορεύετο αὐτοῖς,
accompanied them,
16  οἱ δὲ ὀφθαλμοὶ αὐτῶν ἐκρατοῦντο
but their eyes were hindered
τοῦ μὴ ἐπιγνῶναι αὐτόν.
from recognizing him.

17  εἶπεν δὲ πρὸς αὐτούς,
And he said to them:
Τίνες οἱ λόγοι οὗτοι
“What are these matters
οὓς ἀντιβάλλετε πρὸς ἀλλήλους περιπατοῦντες;
you are discussing with each other, walking along?”
καὶ ἐστάθησαν σκυθρωποί. And they stood still, astonished.
18  ἀποκριθεὶς δὲ εἷς ὀνόματι Κλεοπᾶς
And one (of them}, named Cleopas, answering,
εἶπεν πρὸς αὐτόν,
said to him:
Σὺ μόνος παροικεῖς Ἰερουσαλὴμ
“{Are} you the only visitor to Jerusalem
καὶ οὐκ ἔγνως
and you do not know
τὰ γενόμενα ἐν αὐτῇ
{the things} that have happened in her
ἐν ταῖς ἡμέραις ταύταις;
in these days?”

19  καὶ εἶπεν αὐτοῖς, Ποῖα;
And he said to them, “What things?”
οἱ δὲ εἶπαν αὐτῷ,
And they said to him:
Τὰ περὶ Ἰησοῦ τοῦ Ναζαρηνοῦ,
“The things concerning Jesus the Nazarene,
ὃς ἐγένετο ἀνὴρ προφήτης
who was a prophet
δυνατὸς ἐν ἔργῳ καὶ λόγῳ
powerful deeds and words
ἐναντίον τοῦ θεοῦ καὶ παντὸς τοῦ λαοῦ,
before God and all the people.

20  ὅπως τε παρέδωκαν αὐτὸ
But how they handed him over,
οἱ ἀρχιερεῖς καὶ οἱ ἄρχοντες ἡμῶν
our chief priests and rulers,
εἰς κρίμα θανάτου
to a condamnation to death,
καὶ ἐσταύρωσαν αὐτόν.
and crucified him.

21  ἡμεῖς δὲ ἠλπίζομεν
But we hoped
ὅτι αὐτός ἐστιν ὁ μέλλων
 that he is the one who would
λυτροῦσθαι τὸν Ἰσραήλ·
redeem Israel.
ἀλλά γε καὶ σὺν πᾶσιν τούτοις
But with that all
τρίτην ταύτην ἡμέραν ἄγει
it is now the third day
ἀφ᾽ οὗ ταῦτα ἐγένετο.
since these things happened.

22  ἀλλὰ καὶ γυναῖκές τινες ἐξ ἡμῶν
But also some women of our group
ἐξέστησαν ἡμᾶς·
amazed us;
γενόμεναι ὀρθριναὶ ἐπὶ τὸ μνημεῖον
having come, early the morning, to the tomb,
23  καὶ μὴ εὑροῦσαι τὸ σῶμα αὐτοῦ
and not having found his body,
ἦλθον λέγουσαι
they came, saying
καὶ ὀπτασίαν ἀγγέλων ἑωρακέναι,
also to have seen a vision of angels,
οἳ λέγουσιν αὐτὸν ζῆν.
who say he was alive.

24  καὶ ἀπῆλθόν τινες τῶν σὺν ἡμῖν
And some of those (who were) with us went
ἐπὶ τὸ μνημεῖον, to the tomb,
καὶ εὗρον οὕτως
and found it just
καθὼς καὶ αἱ γυναῖκες εἶπον,
as the women said,
αὐτὸν δὲ οὐκ εἶδον.
but him they did not see.”

25  καὶ αὐτὸς εἶπεν πρὸς αὐτούς,
And he said to them:
Ὦ ἀνόητοι καὶ βραδεῖς τῇ καρδίᾳ
“O silly people and slow of heart
τοῦ πιστεύειν ἐπὶ πᾶσιν οἷς ἐλάλησαν οἱ προφῆται·
to believe all that the prophets have spoken!

26  οὐχὶ ταῦτα ἔδει παθεῖν τὸν Χριστὸν
Did not the Anointed have to suffer these things
καὶ εἰσελθεῖν εἰς τὴν δόξαν αὐτοῦ;
and enter into his glory?”
27  καὶ ἀρξάμενος ἀπὸ Μωϋσέως
And beginning with Moses
καὶ ἀπὸ πάντων τῶν προφητῶν
and with all the prophets,
διερμήνευσεν αὐτοῖς
he explained to them
ἐν πάσαις ταῖς γραφαῖς τὰ περὶ ἑαυτοῦ.
that (what was said) in all the scriptures about himself.”

28  Καὶ ἤγγισαν εἰς τὴν κώμην οὗ ἐπορεύοντο,
And they approached the village where they were going,
καὶ αὐτὸς προσεποιήσατο πορρώτερον πορεύεσθαι.
And he pretended to go farther,
29  καὶ παρεβιάσαντο αὐτὸν λέγοντες,
and they urged him, saying:
Μεῖνον μεθ᾽ ἡμῶν,
“Stay with us,
ὅτι πρὸς ἑσπέραν ἐστὶν
because it is against evening
καὶ κέκλικεν ἤδη ἡ ἡμέρα.
and the day has inclined allready.”
καὶ εἰσῆλθεν τοῦ μεῖναι σὺν αὐτοῖς.
And he went in to stay with them.

30  καὶ ἐγένετο
And it happened,
ἐν τῷ κατακλιθῆναι αὐτὸν μετ᾽ αὐτῶν
when he made lie down with them,
λαβὼν τὸν ἄρτον εὐλόγησεν
having taken the bread, he blessed
καὶ κλάσας ἐπεδίδου αὐτοῖς·
and having broken it gave it to them. 31  αὐτῶν δὲ διηνοίχθησαν οἱ ὀφθαλμοὶ
And their eyes were opened
καὶ ἐπέγνωσαν αὐτόν·
and they recognized him.
καὶ αὐτὸς ἄφαντος ἐγένετο ἀπ᾽ αὐτῶν.
and he became invisible for them.

32  καὶ εἶπαν πρὸς ἀλλήλους,
And they said to each other:
Οὐχὶ ἡ καρδία ἡμῶν καιομένη ἦν [ἐν ἡμῖν]
“Was not our heart burning {within us}
ὡς ἐλάλει ἡμῖν ἐν τῇ ὁδῷ,
when he spoke with us on the road,
ὡς διήνοιγεν ἡμῖν τὰς γραφάς;
when he explained to us the scriptures?”

33  καὶ ἀναστάντες αὐτῇ τῇ ὥρᾳ
And having got up that very hour
ὑπέστρεψαν εἰς Ἰερουσαλήμ,
they returned to Jerusalem,

καὶ εὗρον ἠθροισμένους τοὺς ἕνδεκα
and they found gathered together the eleven
καὶ τοὺς σὺν αὐτοῖς, and those with them,
34  λέγοντας ὅτι ὄντως ἠγέρθη ὁ κύριος
saying: “The Lord has really risen,
καὶ ὤφθη Σίμωνι.
and has appeared to Simon!”
35  καὶ αὐτοὶ ἐξηγοῦντο τὰ ἐν τῇ ὁδῷ
And they narrated that (what had happened) on the road,
καὶ ὡς ἐγνώσθη αὐτοῖς
and how he became known to them
ἐν τῇ κλάσει τοῦ ἄρτου.
in the breaking of the bread.

Jesus appears to his disciples

36  Ταῦτα δὲ αὐτῶν λαλούντων
While they were saying these things,
αὐτὸς ἔστη ἐν μέσῳ αὐτῶν
he himself stood among them
καὶ λέγει αὐτοῖς, Εἰρήνη ὑμῖν.
and sais to them: “Peace be with you.”
 37  πτοηθέντες δὲ καὶ ἔμφοβοι γενόμενοι
Startled and frightened
ἐδόκουν πνεῦμα θεωρεῖν.
they thought to see a ghost.
38  καὶ εἶπεν αὐτοῖς,
And he said to them:
Τί τεταραγμένοι ἐστέ,
“Why are you frightened,
καὶ διὰ τί διαλογισμοὶ ἀναβαίνουσιν
and why do doubts arise
ἐν τῇ καρδίᾳ ὑμῶν;
in your heart?
39  ἴδετε τὰς χεῖράς μου
See my hands
καὶ τοὺς πόδας μου ὅτι ἐγώ εἰμι αὐτός·
and my feet that I am myself!
ψηλαφήσατέ με καὶ ἴδετε,
Touch me and see,
ὅτι πνεῦμα σάρκα καὶ ὀστέα οὐκ ἔχει
because a ghost flesh and bones does not have
καθὼς ἐμὲ θεωρεῖτε ἔχοντα.
like you see I have.”
40  καὶ τοῦτο εἰπὼν
And saying this
ἔδειξεν αὐτοῖς τὰς χεῖρας καὶ τοὺς πόδας.
he showed them his hands and his feet.
41  ἔτι δὲ ἀπιστούντων αὐτῶν
And while they still did not believe
ἀπὸ τῆς χαρᾶς καὶ θαυμαζόντων
because of their joy and they were astonished,
εἶπεν αὐτοῖς, Ἔχετέ τι βρώσιμον ἐνθάδε;
he said to them: “Do you have something food here?”
42  οἱ δὲ ἐπέδωκαν αὐτῷ
And they gave him
ἰχθύος ὀπτοῦ μέρος·
of broiled fish a piece.
43  καὶ λαβὼν ἐνώπιον αὐτῶν ἔφαγεν.
and having taken it in front of them he ate.

44  Εἶπεν δὲ πρὸς αὐτούς,
And he said to them:
Οὗτοι οἱ λόγοι μου
“These my words
οὓς ἐλάλησα πρὸς ὑμᾶς ἔτι ὢν σὺν ὑμῖν,
that I spoke to you still being with you,
ὅτι δεῖ πληρωθῆναι
that must be fulfilled,
πάντα τὰ γεγραμμένα ἐν τῷ νόμῳ Μωϋσέως
all things written in the law of Moses
καὶ τοῖς προφήταις καὶ ψαλμοῖς περὶ ἐμοῦ.
and by the prophets and in the psalms about me.”
45  τότε διήνοιξεν αὐτῶν τὸν νοῦν
Then he opened their mind
τοῦ συνιέναι τὰς γραφάς.
to understand the scriptures,
46  καὶ εἶπεν αὐτοῖς ὅτι
and said to them:
Οὕτως γέγραπται
“Thus it has been written
παθεῖν τὸν Χριστὸν
that the Christ would suffer
καὶ ἀναστῆναι ἐκ νεκρῶν τῇ τρίτῃ ἡμέρᾳ,
and would rise from the dead on the third day,
47  καὶ κηρυχθῆναι ἐπὶ τῷ ὀνόματι αὐτοῦ
and that would be proclaimed in his name
μετάνοιαν καὶ ἄφεσιν ἁμαρτιῶν
repentance and remission for the forgiveness of sins
εἰς πάντα τὰ ἔθνη –
to all nations,
ἀρξάμενοι ἀπὸ Ἰερουσαλήμ·
beginning from Jerusalem.
48  ὑμεῖς μάρτυρες τούτων.
You (are) witnesses of these things.
49  καὶ [ἰδοὺ] ἐγὼ ἀποστέλλω
And {look,} I send
τὴν ἐπαγγελίαν τοῦ πατρός μου ἐφ᾽ ὑμᾶς·
the promise of my father to you;
ὑμεῖς δὲ καθίσατε ἐν τῇ πόλει
and you, stay in the city
ἕως οὗ ἐνδύσησθε ἐξ ὕψους δύναμιν.
until you have been clothed from on high with power .”

50  Ἐξήγαγεν δὲ αὐτοὺς [ἔξω]
And he led them out
ἕως πρὸς Βηθανίαν,
as far as Bethany,
καὶ ἐπάρας τὰς χεῖρας αὐτοῦ εὐλόγησεν αὐτούς.
and having lifted up his hands, he blessed them.
51  καὶ ἐγένετο ἐν τῷ εὐλογεῖν αὐτὸν αὐτοὺς
And it happened that, while he blessed them,
διέστη ἀπ᾽ αὐτῶν.
he departed from them.
52  καὶ αὐτοὶ προσκυνήσαντες αὐτὸν
And they, worshipping him,
ὑπέστρεψαν εἰς Ἰερουσαλὴμ μετὰ χαρᾶς μεγάλης,
returned to Jerusalem with great joy,
53  καὶ ἦσαν διὰ παντὸς
and were continually
ἐν τῷ ἱερῷ εὐλογοῦντες τὸν θεόν.
in the temple praising god.

Next
Return