God’s Covenant with Noah · 4373 dagen geleden by Ad van den Ende
Genesis 9, 8-19
8 Καὶ εἶπεν ὁ θεὸς τῷ Νωε
And God said to Noah
καὶ τοῖς υἱοῖς αὐτοῦ μετ᾽ αὐτοῦ λέγων
and to his sons with him, saying:
9 Ἐγὼ ἰδοὺ ἀνίστημι τὴν διαθήκην μου
‘Look! I am making my convenant
ὑμῖν καὶ τῷ σπέρματι ὑμῶν μεθ᾽ ὑμᾶς
with you and with your descendants with you,
10 καὶ πάσῃ ψυχῇ τῇ ζώσῃ μεθ᾽ ὑμῶν
and with every living being with you,
ἀπὸ ὀρνέων
including the birds
καὶ ἀπὸ κτηνῶν
and including the tamed animals
καὶ πᾶσι τοῖς θηρίοις τῆς γῆς
and with all the wild animals of the earth
ὅσα μεθ᾽ ὑμῶν,
with you,
ἀπὸ πάντων τῶν ἐξελθόντων ἐκ τῆς κιβωτοῦ.
of all those that came out of the ark.
11 καὶ στήσω τὴν διαθήκην μου πρὸς ὑμᾶς,
And I will make my covenant with you,
καὶ οὐκ ἀποθανεῖται πᾶσα σὰρξ ἔτι
and not again will be wiped out every (living) flesh
ἀπὸ τοῦ ὕδατος τοῦ κατακλυσμοῦ,
by the water of the flood,
καὶ οὐκ ἔσται ἔτι κατακλυσμὸς ὕδατος
and there will not be again a flood of water
τοῦ καταφθεῖραι πᾶσαν τὴν γῆν. –
to destroy the whole earth.
12 καὶ εἶπεν κύριος ὁ θεὸς πρὸς Νωε
And the Lord God said to Noah:
Τοῦτο τὸ σημεῖον τῆς διαθήκης,
‘This is the sign of the covenant
ὃ ἐγὼ δίδωμι ἀνὰ μέσον ἐμοῦ καὶ ὑμῶν
which I am making between me and you
καὶ ἀνὰ μέσον πάσης ψυχῆς ζώσης,
and with every living being,
ἥ ἐστιν μεθ᾽ ὑμῶν,
which is with you,
εἰς γενεὰς αἰωνίους·
for all coming generations:
13 τὸ τόξον μου τίθημι ἐν τῇ νεφέλῃ,
My bow I am putting in the cloud
καὶ ἔσται εἰς σημεῖον διαθήκης
and this will be a sign of the covenant
ἀνὰ μέσον ἐμοῦ καὶ τῆς γῆς.
between me and the earth.
14 καὶ ἔσται ἐν τῷ συννεφεῖν με νεφέλας
And it will happen, when I bring clouds
ἐπὶ τὴν γῆν ὀφθήσεται
over the earth that will be seen
τὸ τόξον μου ἐν τῇ νεφέλῃ,
my (rain)bow in the cloud(s),
15 καὶ μνησθήσομαι τῆς διαθήκης μου,
And I will remember my promise,
ἥ ἐστιν ἀνὰ μέσον ἐμοῦ καὶ ὑμῶν
that exists between me and you
καὶ ἀνὰ μέσον πάσης ψυχῆς ζώσης
and between (me and) all living soul
ἐν πάσῃ σαρκί,
in every body,
καὶ οὐκ ἔσται ἔτι τὸ ὕδωρ
and not again will be the water
εἰς κατακλυσμὸν
up to a flood
ὥστε ἐξαλεῖψαι πᾶσαν σάρκα
that destroys all beings
16 καὶ ἔσται τὸ τόξον μου ἐν τῇ νεφέλῃ,
and my bow will be in the cloud
καὶ ὄψομαι τοῦ μνησθῆναι διαθήκην αἰώνιον
and I will see it and remember the everlasting covenant
ἀνὰ μέσον ἐμοῦ καὶ ἀνὰ μέσον πάσης ψυχῆς
between me and every soul
ζώσης ἐν πάσῃ σαρκί, ἥ ἐστιν ἐπὶ τῆς γῆς.
living in every body, which is on the earth.
17 καὶ εἶπεν ὁ θεὸς τῷ Νωε
And God said to Noah:
Τοῦτο τὸ σημεῖον τῆς διαθήκης,
That ist the sign of the treaty
ἧς διεθέμην ἀνὰ μέσον ἐμοῦ
which I made between me
καὶ ἀνὰ μέσον πάσης σαρκός,
and every living being
ἥ ἐστιν ἐπὶ τῆς γῆς.
which is on the earth.
18 Ἦσαν δὲ οἱ υἱοὶ Νωε
The sons of Noah
οἱ ἐξελθόντες ἐκ τῆς κιβωτοῦ
who went out ofthe boat were
Σημ, Χαμ, Ιαφεθ·
Shem, Ham and Japheth;
Χαμ ἦν πατὴρ Χανααν.
Ham was the father of Canaan.
19 τρεῖς οὗτοί εἰσιν οἱ υἱοὶ Νωε·
These three are the sons of Noah;
ἀπὸ τούτων διεσπάρησαν
from them originated (people)
ἐπὶ πᾶσαν τὴν γῆν.
all over the world.