Go to content Go to navigation Go to search

Athene visits Telemachus. · 4080 dagen geleden by Ad van den Ende

ὣς εἰποῦσ᾽
After speaking this way
ὑπὸ ποσσὶν ἐδήσατο καλὰ πέδιλα,
to her feet she bound her beautiful sandals,
ἀμβρόσια χρύσεια,
divine, of gold
τά μιν φέρον ἠμὲν ἐφ᾽ ὑγρὴν
which carried her as well over the sea
ἠδ᾽ ἐπ᾽ ἀπείρονα γαῖαν
as over the immense earth
ἅμα πνοιῆις ἀνέμοιο·
as swiftly as the breath of the wind.

εἵλετο δ᾽ ἄλκιμον ἔγχος,
she took her robust spear,
ἀκαχμένον ὀξέι χαλκῶι,
pointed with sharp bronze,
100
βριθὺ μέγα στιβαρόν,
heavy, great and strong
τῶι δάμνησι στίχας ἀνδρῶν ἡρώων,
with which she destroys the ranks of men,
ἡρώων,τοῖσίν τε κοτέσσεται
of heroes, at whom she is angered,
ὀβριμοπάτρη.
the daughter of a mighty father.

βῆ δὲ κατ᾽ Οὐλύμποιο καρήνων ἀίξασα,
She flew down from the heights of Olympus, swiftly,
στῆ δ᾽ Ἰθάκης ἐνὶ δήμωι ἐπὶ προθύροις Ὀδυσῆος,
and stood in the land Ithaca, at Odysseus´ gate,
οὐδοῦ ἐπ᾽ αὐλείου· παλάμηι δ᾽ ἔχε χάλκεον ἔγχος,
at the treshold of the court; in her hand she had a bronze spear,
105
εἰδομένη ξείνωι, Ταφίων ἡγήτορι Μέντηι.
appearing as a visitor, a chief of the Taphians, Mentor.

εὗρε δ᾽ ἄρα μνηστῆρας ἀγήνορας. οἱ μὲν ἔπειτα
She found the arrogant suitors, they
πεσσοῖσι προπάροιθε θυράων θυμὸν ἔτερπον
had fun with draughts, in front of the doors
ἥμενοι ἐν ῥινοῖσι βοῶν, οὓς ἔκτανον αὐτοί·
sitting on hides from oxes they had slaughtered themselves.

κήρυκες δ᾽ αὐτοῖσι καὶ ὀτρηροὶ θεράποντες
For them pages and swift servants
110
οἱ μὲν οἶνον ἔμισγον ἐνὶ κρητῆρσι καὶ ὕδωρ,
some mixed wine in bowls and water,
οἱ δ᾽ αὖτε σπόγγοισι πολυτρήτοισι τραπέζας νίζον
others with porous sponges tables were washing
καὶ πρότιθεν, τοὶ δὲ κρέα πολλὰ δατεῦντο.
and placed them before them, others divided much meat.

τὴν δὲ πολὺ πρῶτος ἴδε Τηλέμαχος θεοειδής,
Godlike Telemachus was by far first to see her,
ἧστο γὰρ ἐν μνηστῆρσι φίλον τετιημένος ἦτορ,
for he was sitting among the suitors, troubled in his mind,
115
ὀσσόμενος πατέρ ἐσθλὸν ἐνὶ φρεσίν, εἴ ποθεν ἐλθὼν
thinking of his excellent father, if he, coming from somewhere,
μνηστήρων τῶν μὲν σκέδασιν κατὰ δώματα θείη,
would disperse the suitors in the palace,
τιμὴν δ᾽ αὐτὸς ἔχοι καὶ δώμασιν οἷσιν ἀνάσσοι.
have himself honour and would rule in his palace.

τὰ φρονέων, μνηστῆρσι μεθήμενος, εἴσιδ᾽ Ἀθήνην.
Thinking of that, sitting among the suitors,he saw Athene.
βῆ δ᾽ ἰθὺς προθύροιο, νεμεσσήθη δ᾽ ἐνὶ θυμῶι
he went straight to the front gate, indignant
120
ξεῖνον δηθὰ θύρηισιν ἐφεστάμεν·
that a stranger so long should wait at the gates.

ἐγγύθι δὲ στὰς
Approaching her
χεῖρ᾽ ἕλε δεξιτερὴν καὶ ἐδέξατο χάλκεον ἔγχος,
he took her right hand, and took her spear of bronze,
καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
and speaking to her he said the winged words:
χαῖρε, ξεῖνε, παρ᾽ ἄμμι φιλήσεαι· αὐτὰρ ἔπειτα
Welcome, stranger, with us you will find hospitality; and then,
δείπνου πασσάμενος μυθήσεαι ὅττεό σε χρή.
after you have eaten a meal you may tell us why you are here.

125
ὣς εἰπὼν ἡγεῖθ᾽, ἡ δ᾽ ἕσπετο Παλλὰς Ἀθήνη.
Having said so, he led the way, and she followed, Pallas Athene.
οἱ δ᾽ ὅτε δή ῥ᾽ ἔντοσθεν ἔσαν δόμου ὑψηλοῖο,
And when they were inside, in the high room, ,
ἔγχος μέν ῥ᾽ ἔστησε φέρων πρὸς κίονα μακρὴν
the spear he placed, it setting against a high pillar,
δουροδόκης ἔντοσθεν ἐυξόου, ἔνθα περ ἄλλα
in a polished spear-rack, where even other
ἔγχε᾽ Ὀδυσσῆος ταλασίφρονος ἵστατο πολλά,
spears of the brave Odysseus, were set, many.

130
αὐτὴν δ᾽ ἐς θρόνον εἷσεν ἄγων,
herself on a chair he did sit, leading her,
ὑπὸ λῖτα πετάσσας,
below a linen cloth having spread,
καλὸν δαιδάλεον· ὑπὸ δὲ θρῆνυς ποσὶν ἦεν.
a beautiful richly-wrought (chair); below was a stool for feet.
πὰρ δ᾽ αὐτὸς κλισμὸν θέτο ποικίλον, ἔκτοθεν ἄλλων
Beside it he himself placed an inlaid seat, apart from the others,
μνηστήρων, μὴ ξεῖνος ἀνιηθεὶς ὀρυμαγδῶι
the suitors, lest the stranger, vexed by the tumult,
δείπνωι ἁδήσειεν, ὑπερφιάλοισι μετελθών,
should have no appetite, in the midst of arrogant men,
135
ἠδ᾽ ἵνα μιν περὶ πατρὸς
and also in order that he him about his father
ἀποιχομένοιο ἔροιτο.
who had gone, might ask.

χέρνιβα δ᾽ ἀμφίπολος προχόωι ἐπέχευε φέρουσα
Then a handmaid poured water in a pitcher; it bringing
καλῆι χρυσείηι, ὑπὲρ ἀργυρέοιο λέβητος,
in a beautiful golden (pitcher), (it pouring) over a silver basin
νίψασθαι· παρὰ δὲ ξεστὴν ἐτάνυσσε τράπεζαν.
(for them) to wash, and beside them drew up a polished table.

σῖτον δ᾽ αἰδοίη ταμίη παρέθηκε φέρουσα,
And a grave housewife set before them food, it bringing,
140
εἴδατα πόλλ᾽ ἐπιθεῖσα, χαριζομένη παρεόντων·
many dainties adding, giving freely of her store.
δαιτρὸς δὲ κρειῶν πίνακας παρέθηκεν
And a carver placed before them platters of meats,
ἀείρας, παντοίων,
having lifted them up, (meats) of all manner,
παρὰ δέ σφι τίθει χρύσεια κύπελλα·
and set by them golden goblets;
κῆρυξ δ᾽ αὐτοῖσιν θάμ᾽ ἐπώιχετο οἰνοχοεύων.
a herald ever walked to and fro pouring them wine.

ἐς δ᾽ ἦλθον μνηστῆρες ἀγήνορες. οἱ μὲν ἔπειτα
Then in came the proud suitors, and thereafter
ἑξείης ἕζοντο κατὰ κλισμούς τε θρόνους τε,
in rows they sat them down on chairs and high seats.

τοῖσι δὲ κήρυκες μὲν ὕδωρ ἐπὶ χεῖρας ἔχευαν,
For them heralds poured water over the hands,
σῖτον δὲ δμωιαὶ παρενήνεον ἐν κανέοισιν,
and maid-servants heaped by them food in baskets,
κοῦροι δὲ κρητῆρας ἐπεστέψαντο ποτοῖο.
and youths filled the bowls to the brim with drink;
οἱ δ᾽ ἐπ᾽ ὀνείαθ᾽ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.
and they put forth their hands to the delicacies lying before them.

αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο
But when they had lost the yearning for drink and food,
μνηστῆρες, τοῖσιν μὲν ἐνὶ φρεσὶν ἄλλα μεμήλει,
the suitors, in their hearts to other things they turned,
μολπή τ᾽ ὀρχηστύς τε· τὰ γὰρ τ᾽ ἀναθήματα δαιτός·
to song and to dance, indeed the additons of a meal;

κῆρυξ δ᾽ ἐν χερσὶν κίθαριν περικαλλέα θῆκεν
A herald put a beautiful cither in the hands
Φημίωι, ὅς ῥ᾽ ἤειδε παρὰ μνηστῆρσιν ἀνάγκηι.
of Phemius, who sang among the suitors. enforced;
ἦ τοι ὁ φορμίζων ἀνεβάλλετο καλὸν ἀείδειν.
and he, playing on the cither, began lovely to sing.  

αὐτὰρ Τηλέμαχος προσέφη γλαυκῶπιν Ἀθήνην,
But Telemachus spoke to bright-eyed Athena,
ἄγχι σχὼν κεφαλήν, ἵνα μὴ πευθοίαθ᾽ οἱ αλλοι·
close holding his head, that not might hear the others :

ξεῖνε φίλ᾽, ἦ καὶ μοι νεμεσήσεαι ὅττι κεν εἴπω;
“Dear stranger, will you be angry at me for what I shall say?
τούτοισιν μὲν ταῦτα μέλει, κίθαρις καὶ ἀοιδή,
For these men these things are interesting, a cither and song,
ῥεῖ᾽, ἐπεὶ ἀλλότριον βίοτον νήποινον ἔδουσιν,
easily, because the livelihood of another they unavenged devour ,
ἀνέρος, οὗ δή που λεύκ᾽ ὀστέα πύθεται ὄμβρωι of a man whose white bones perhaps rot in the rain,

κείμεν᾽ ἐπ᾽ ἠπείρου, ἢ εἰν ἁλὶ κῦμα κυλίνδει.
lying upon the mainland, or a wave rolls them in the sea.
εἰ κεῖνόν γ᾽ Ἰθάκηνδε ἰδοίατο νοστήσαντα,
If they should see him to Ithaca returned,
πάντες κ᾽ ἀρησαίατ᾽ ἐλαφρότεροι πόδας εἶναι
they would all pray to be swifter of foot,
ἢ ἀφνειότεροι χρυσοῖό τε ἐσθῆτός τε.
rather than richer in gold and in clothing.

νῦν δ᾽ ὁ μὲν ὣς ἀπόλωλε κακὸν μόρον, οὐδέ τις ἡμῖν
But now he has thus perished a miserable death, nor for us (is there) any
θαλπωρή, εἴ πέρ τις ἐπιχθονίων ἀνθρώπων
comfort, (not) even if any one of men upon the earth
φῆισιν ἐλεύσεσθαι· τοῦ δ᾽ ὤλετο νόστιμον ἦμαρ.
should say that he will come; of him has gone the day of returning.

ἀλλ᾽ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον·
But come, tell me this, and declare it truly:
τίς πόθεν εἰς ἀνδρῶν; πόθι τοι πόλις ἠδὲ τοκῆες;
Who, from where, are you among men? Where (are) your town and parents?
ὁπποίης τ᾽ ἐπὶ νηὸς ἀφίκεο· πῶς δέ σε ναῦται
On what kind of ship did you come, and how did sailors
ἤγαγον εἰς Ἰθάκην; τίνες ἔμμεναι εὐχετόωντο;
bring you to Ithaca? Who did they declare themselves to be?
οὐ μὲν γὰρ τί σε πεζὸν ὀίομαι ἐνθάδ᾽ ἱκέσθαι.
For by no means, I think, did you come here on foot!

καί μοι τοῦτ᾽ ἀγόρευσον ἐτήτυμον, ὄφρ᾽ ἐὺ εἰδῶ,
And tell me this also truly, that I may know well,
ἠὲ νέον μεθέπεις ἦ καὶ πατρώιός ἐσσι
whether you come newley or whether you are indeed of my father
ξεῖνος, ἐπεὶ πολλοὶ ἴσαν ἀνέρες ἡμέτερον δῶ
a friend, for many men came to our house,
ἄλλοι, ἐπεὶ καὶ κεῖνος ἐπίστροφος ἦν ἀνθρώπων.
others, since he, too, had gone to and fro among men.”

τὸν δ᾽ αὖτε προσέειπε θεά, γλαυκῶπις Ἀθήνη·
Then him answered the goddess, bright-eyed Athene:
τοιγὰρ ἐγώ τοι ταῦτα μάλ᾽ ἀτρεκέως ἀγορεύσω.
“To you all that I will tell, very openly.
Μέντης Ἀγχιάλοιο δαΐφρονος εὔχομαι εἶναι
I pride myself to be Mentes, wise Anchialus’
υἱός, ἀτὰρ Ταφίοισι φιληρέτμοισιν ἀνάσσω.
son, but of the gladly rowing Taphians I am the lord.

νῦν δ᾽ ὧδε ξὺν νηὶ κατήλυθον ἠδ᾽ ἑτάροισιν
Now, as you see, with my ship I came on land and with my crew,
πλέων ἐπὶ οἴνοπα πόντον ἐπ᾽ ἀλλοθρόους ἀνθρώπους,
sailing over the wine-dark sea to foreign-speaking men,
ἐς Τεμέσην μετὰ χαλκόν, ἄγω δ᾽ αἴθωνα σίδηρον.
to Temese. ( trading) for bronze, and I carry glittering iron.

νηῦς δέ μοι ἥδ᾽ ἕστηκεν ἐπ᾽ ἀγροῦ νόσφι πόληος,
My ship lies here on land, away from the city,
ἐν λιμένι Ῥείθρωι ὑπὸ Νηίωι ὑλήεντι.
in Rheithron Harbour, below wooded Neion.

ξεῖνοι δ᾽ ἀλλήλων πατρώιοι εὐχόμεθ᾽ εἶναι
We wish to be each others friends, as our fathers,
ἐξ ἀρχῆς, εἴ πέρ τε γέροντ᾽ εἴρηαι ἐπελθὼν
(friends) of old, go and ask that old
Λαέρτην ἥρωα, τὸν οὐκέτι φασὶ πόλινδε
hero, Laertes, from whom they say that he no longer to the town
ἔρχεσθ᾽, ἀλλ᾽ ἀπάνευθεν ἐπ᾽ ἀγροῦ πήματα πάσχειν
comes, but far off in the fields endures (his) sorrows

γρηὶ σὺν ἀμφιπόλωι, ἥ οἱ βρῶσίν τε πόσιν τε
with an aged woman for servant, who his food and drink
παρτιθεῖ, εὖτ᾽ ἄν μιν κάματος κατὰ γυῖα λάβηισιν
serves, when weariness grips his limbs,
ἑρπύζοντ᾽ ἀνὰ γουνὸν ἀλωῆς οἰνοπέδοιο.
as he toils among the slope of his vineyard.

νῦν δ᾽ ἦλθον· δὴ γάρ μιν ἔφαντ᾽ ἐπιδήμιον εἶναι,
Now I came, because men said that he was among his people,
σὸν πατέρ᾽· ἀλλά νυ τόν γε θεοὶ βλάπτουσι κελεύθου.
your father; but now the gods hinder his journey,
οὐ γάρ πω τέθνηκεν ἐπὶ χθονὶ δῖος Ὀδυσσεύς,
for not yet has died on earth the noble Odysseus,
ἀλλ᾽ ἔτι που ζωὸς κατερύκεται εὐρέι πόντωι
but still alive, I think, he is detained in the wide sea,
νήσωι ἐν ἀμφιρύτηι, χαλεποὶ δέ μιν ἄνδρες ἔχουσιν
on an island, flowed around, rough men hold him fast,
ἄγριοι, οἵ που κεῖνον ἐρυκανόωσ᾽ ἀέκοντα.
wild (men), who perhaps keep him by force.

αὐτὰρ νῦν τοι ἐγὼ μαντεύσομαι, ὡς ἐνὶ θυμῶι
But now I will prophesy for you, such as in one’s mind
ἀθάνατοι βάλλουσι καὶ ὡς τελέεσθαι ὀίω,
put the immortal (gods), and what I believe will be,
οὔτε τι μάντις ἐὼν οὔτ᾽ οἰωνῶν σάφα εἰδώς.
though I am no seer, nor well acquainted with omens.

οὔ τοι ἔτι δηρόν γε φίλης ἀπὸ πατρίδος αἴης
Not for long far from his beloved homeland
ἔσσεται, οὐδ᾽ εἴ πέρ τε σιδήρεα δέσματ᾽ ἔχηισιν·
he will be, not even if iron shackles hold him;
φράσσεται ὥς κε νέηται, ἐπεὶ πολυμήχανός ἐστιν.
he will think up how he will return, for he is very clever.

ἀλλ᾽ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον,
But come on, say me and truly tell it:
εἰ δὴ ἐξ αὐτοῖο τόσος πάϊς εἰς Ὀδυσῆος.
if you really are a so great son from Odysseus self.

αἰνῶς μὲν κεφαλήν τε καὶ ὄμματα καλὰ ἔοικας
Amazingly as to head and beautiful eyes you are like
κείνωι, ἐπεὶ θαμὰ τοῖον ἐμισγόμεθ᾽ ἀλλήλοισιν,
him, for very often we were together with each other,
πρίν γε τὸν ἐς Τροίην ἀναβήμεναι, ἔνθα περ ἄλλοι
before he for Troy embarked, where also the other
Ἀργείων οἱ ἄριστοι ἔβαν κοίληις ἐνὶ νηυσίν·
bravest of the Argives went in hollow ships.
ἐκ τοῦ δ᾽ οὔτ᾽ Ὀδυσῆα ἐγὼν ἴδον οὔτ᾽ ἔμ᾽ ἐκεῖνος.
After that I have never seen Odysseus nor he me.’

τὴν δ᾽ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
Him wise Telemachus answered:
τοιγὰρ ἐγώ τοι, ξεῖνε, μάλ᾽ ἀτρεκέως ἀγορεύσω.
‘To you, friend, very honestly I will speak.

μήτηρ μέν τέ μέ φησι τοῦ ἔμμεναι, αὐτὰρ ἐγώ γε
Mother says I am from him, but I
οὐκ οἶδ᾽· οὐ γάρ πώ τις ἑὸν γόνον αὐτὸς ἀνέγνω.
do not know; for not yet one self found out his descent.

ὡς δὴ ἐγώ γ᾽ ὄφελον μάκαρός νύ τευ ἔμμεναι υἱὸς
If only I had been the happy son of some
ἀνέρος, ὃν κτεάτεσσιν ἑοῖς ἔπι γῆρας ἔτετμε.
man, who spent old age among his own possessions!
νῦν δ᾽ ὃς ἀποτμότατος γένετο θνητῶν ἀνθρώπων,
But now he became the unluckiest of mortal men.
τοῦ μ᾽ ἔκ φασι γενέσθαι, ἐπεὶ σύ με τοῦτ᾽ ἐρεείνεις.
From him, they say, I am born of, since you ask me that .’

Return