Joseph’s brothers return to Canaan. · 4048 dagen geleden by Ad van den Ende
Genesis 42, 25 – 38
25 ἐνετείλατο δὲ Ιωσηφ
Joseph then gave orders
ἐμπλῆσαι τὰ ἀγγεῖα αὐτῶν σίτου
to fill their bags with grain,
καὶ ἀποδοῦναι τὸ ἀργύριον ἑκάστου
and to give back the money of every man
εἰς τὸν σάκκον αὐτοῦ
in his sack,
καὶ δοῦναι αὐτοῖς
and to give them
ἐπισιτισμὸν εἰς τὴν ὁδόν.
provisions for the journey.
καὶ ἐγενήθη αὐτοῖς οὕτως.
And it happened for them so.
26 καὶ ἐπιθέντες τὸν σῖτον
And having loaded the grain
ἐπὶ τοὺς ὄνους αὐτῶν
on their donkeys,
ἀπῆλθον ἐκεῖθεν.
they departed from there.
27 λύσας δὲ εἷς τὸν μάρσιππον αὐτοῦ
When one (of them) had opened his sack
δοῦναι χορτάσματα τοῖς ὄνοις αὐτοῦ,
to give fodder to his donkeys
οὗ κατέλυσαν,
(at the lodging place) where they made halt ,
εἶδεν τὸν δεσμὸν τοῦ ἀργυρίου αὐτοῦ,
he saw the roll of his money,
καὶ ἦν ἐπάνω ·
and (it) was at the top
τοῦ στόματος τοῦ μαρσίππου
of the opening of the sack;
28 καὶ εἶπεν τοῖς ἀδελφοῖς αὐτοῦ
and he said to his brothers:
Ἀπεδόθη μοι τὸ ἀργύριον,
“To me is given back the money,
καὶ ἰδοὺ τοῦτο ἐν τῷ μαρσίππῳ μου.
and see, it (is)in my sack!”
καὶ ἐξέστη ἡ καρδία αὐτῶν,
And they lost their heart,
καὶ ἐταράχθησαν
and turned trembling
πρὸς ἀλλήλους λέγοντες
to one another, saying:
Τί τοῦτο ἐποίησεν ὁ θεὸς ἡμῖν;
“What (is) this that God has done to us?”
29 Ἦλθον δὲ πρὸς Ιακωβ
And they came to Jacob
τὸν πατέρα αὐτῶν
their father
εἰς γῆν Χανααν
in the land of Canaan,
καὶ ἀπήγγειλαν αὐτῷ
and they told him,
πάντα τὰ συμβάντα αὐτοῖς λέγοντες
all that had happened to them, saying:
30 Λελάληκεν ὁ ἄνθρωπος ὁ κύριος τῆς γῆς
“He has spoken, the man, the lord of the land,
πρὸς ἡμᾶς σκληρὰ
harsh things to us,
καὶ ἔθετο ἡμᾶς ἐν φυλακῇ
and did put us in jail
ὡς κατασκοπεύοντας τὴν γῆν.
as if (we were) spying on the land.
31 εἴπαμεν δὲ αὐτῷ Εἰρηνικοί ἐσμεν,
And we said to him, ‘We are peaceful men,.
οὔκ ἐσμεν κατάσκοποι·
we are not spies!
32 δώδεκα ἀδελφοί ἐσμεν,
We are twelve brothers,
υἱοὶ τοῦ πατρὸς ἡμῶν·
sons of our father;
ὁ εἷς οὐχ ὑπάρχει,
the one is no more,
ὁ δὲ μικρότερος μετὰ τοῦ πατρὸς ἡμῶν
and the younger one (is) with our father
σήμερον ἐν γῇ Χανααν.
now in the land of Canaan.
33 εἶπεν δὲ ἡμῖν ὁ ἄνθρωπος
And he said to us, the man,
ὁ κύριος τῆς γῆς
the lord of the land:
Ἐν τούτῳ γνώσομαι
“By this I shall know
ὅτι εἰρηνικοί ἐστε·
that you are peaceful men:
ἀδελφὸν ἕνα ἄφετε ὧδε μετ᾽ ἐμοῦ,
leave one brother here with me
τὸν δὲ ἀγορασμὸν τῆς σιτοδοσίας
and the purchase of the distribution of grain
τοῦ οἴκου ὑμῶν λαβόντες ἀπέλθατε
of your house taking along you have to go.
34 καὶ ἀγάγετε πρός με
And bring to me
τὸν ἀδελφὸν ὑμῶν τὸν νεώτερον,
your brother, the younger one,
καὶ γνώσομαι ὅτι οὐ κατάσκοποί ἐστε,
and I shall know that you are not spies
ἀλλ᾽ ὅτι εἰρηνικοί ἐστε,
but that you are peacful men,
καὶ τὸν ἀδελφὸν ὑμῶν ἀποδώσω ὑμῖν,
and your brother I shall give back to you,
καὶ τῇ γῇ ἐμπορεύεσθε.
and do business in the land.”
35 ἐγένετο δὲ
And it happened,
ἐν τῷ κατακενοῦν αὐτοὺς τοὺς σάκκους αὐτῶν
when they were emptying their sacks,
καὶ ἦν ἑκάστου
and there was of everyone
ὁ δεσμὸς τοῦ ἀργυρίου
the bundle of the money.
ἐν τῷ σάκκῳ αὐτῶν·
in the sack of them,
καὶ εἶδον τοὺς δεσμοὺς τοῦ ἀργυρίου αὐτῶν,
and they saw the bundles of the money of them,
αὐτοὶ καὶ ὁ πατὴρ αὐτῶν,
they and their father,
καὶ ἐφοβήθησαν.
and they were afraid.
36 εἶπεν δὲ αὐτοῖς Ιακωβ ὁ πατὴρ αὐτῶν
And their father Jacob said to them:
Ἐμὲ ἠτεκνώσατε·
“You have made me childless;
Ιωσηφ οὐκ ἔστιν,
Joseph is no more,
Συμεων οὐκ ἔστιν,
Simeon is no more,
καὶ τὸν Βενιαμιν λήμψεσθε·
and you shall take Benjamin.
ἐπ᾽ ἐμὲ ἐγένετο πάντα ταῦτα.
To me has happened all this!”
37 εἶπεν δὲ Ρουβην τῷ πατρὶ αὐτοῦ λέγων
And Reuben spoke to his father, saying:
Τοὺς δύο υἱούς μου ἀπόκτεινον,
“Kill my two sons
ἐὰν μὴ ἀγάγω αὐτὸν πρὸς σέ
if I do not bring him back to you!
δὸς αὐτὸν εἰς τὴν χεῖρά μου,
Give him in my hand,
κἀγὼ ἀνάξω αὐτὸν πρὸς σέ.
and I will bring him back to you.”
38 ὁ δὲ εἶπεν
But he said:
Οὐ καταβήσεται ὁ υἱός μου μεθ᾽ ὑμῶν,
“My son shall not go down with you,
ὅτι ὁ ἀδελφὸς αὐτοῦ ἀπέθανεν
for his brother has died,
καὶ αὐτὸς μόνος καταλέλειπται·
and he alone is left.
καὶ συμβήσεται αὐτὸν μαλακισθῆναι
And it will happen that he falls ill
ἐν τῇ ὁδῷ, ᾗ ἂν πορεύησθε,
on the journey that you will make,
καὶ κατάξετέ μου τὸ γῆρας
and you will bring down my old age
μετὰ λύπης εἰς ᾅδου.
with sorrow to Hades”.