Go to content Go to navigation Go to search

Joseph’s Brothers return to Egypt with Benjamin. · 4045 dagen geleden by Ad van den Ende

Genesis 43

1 Ὁ δὲ λιμὸς ἐνίσχυσεν ἐπὶ τῆς γῆς.
And the hunger strengthened in the land.
2 ἐγένετο δὲ
And it happened
ἡνίκα συνετέλεσαν
when they had finished
καταφαγεῖν τὸν σῖτον,
to eat the grain
ὃν ἤνεγκαν ἐξ Αἰγύπτου,
that they had brought from Egypt,
καὶ εἶπεν αὐτοῖς ὁ πατὴρ αὐτῶν
and their father said to them:
Πάλιν πορευθέντες
“After having set off
πρίασθε ἡμῖν μικρὰ βρώματα.
buy us a little food.”
3 εἶπεν δὲ αὐτῷ Ιουδας λέγων
Judas spoke to him, saying:
Διαμαρτυρίᾳ διαμεμαρτύρηται ἡμῖν
“He solemnly assured us,
ὁ ἄνθρωπος λέγων
the man, saying:
Οὐκ ὄψεσθε τὸ πρόσωπόν μου,
‘You shall not see my face
ἐὰν μὴ ὁ ἀδελφὸς ὑμῶν
if not your brother,
ὁ νεώτερος μεθ᾽ ὑμῶν ᾖ.
the younger one, is with you.’
4 εἰ μὲν οὖν ἀποστέλλεις
So, if you send
τὸν ἀδελφὸν ἡμῶν μεθ᾽ ἡμῶν,
our brother with us,
καταβησόμεθα
we will go down
καὶ ἀγοράσωμέν σοι βρώματα·
and we will buy you food;
5 εἰ δὲ μὴ ἀποστέλλεις
but if you do not send
τὸν ἀδελφὸν ἡμῶν μεθ᾽ ἡμῶν,
our brother with us
οὐ πορευσόμεθα·
we will not go down,
ὁ γὰρ ἄνθρωπος εἶπεν ἡμῖν λέγων
for the man spoke to us, saying:
Οὐκ ὄψεσθέ μου τὸ πρόσωπον,
‘You shall not see my face
ἐὰν μὴ ὁ ἀδελφὸς ὑμῶν
if not your brother,
ὁ νεώτερος μεθ᾽ ὑμῶν ᾖ.
the younger one, is with you.”

6 εἶπεν δὲ Ισραηλ
Israel said:
Τί ἐκακοποιήσατέ με
“Why did you treat me badly
ἀναγγείλαντες τῷ ἀνθρώπῳ
telling the man
εἰ ἔστιν ὑμῖν ἀδελφός;
that there is for you a brother?”

7 οἱ δὲ εἶπαν
They said:
Ἐρωτῶν ἐπηρώτησεν ἡμᾶς ὁ ἄνθρωπος
“Asking the man made inquiries about us
καὶ τὴν γενεὰν ἡμῶν λέγων
and about our family, saying:
Εἰ ἔτι ὁ πατὴρ ὑμῶν ζῇ;
‘Is your father still alive?
εἰ ἔστιν ὑμῖν ἀδελφός;
Do you have a brother?’
καὶ ἀπηγγείλαμεν αὐτῷ
And we told him
κατὰ τὴν ἐπερώτησιν ταύτην.
in relation to this question.
μὴ ᾔδειμεν εἰ ἐρεῖ ἡμῖν
Could we know that he would say to us:
‘Ἀγάγετε τὸν ἀδελφὸν ὑμῶν;
‘‘Bring your brother down’?”

8 εἶπεν δὲ Ιουδας
And Judah said
πρὸς Ισραηλ τὸν πατέρα αὐτοῦ
to Israel, his father:
Ἀπόστειλον τὸ παιδάριον μετ᾽ ἐμοῦ,
“Send the boy with me,
καὶ ἀναστάντες πορευσόμεθα,
and after standing up we will go,
ἵνα ζῶμεν καὶ μὴ ἀποθάνωμεν
so that we live and not die,
καὶ ἡμεῖς καὶ σὺ καὶ ἡ ἀποσκευὴ ἡμῶν.
and we and you and our family.
9 ἐγὼ δὲ ἐκδέχομαι αὐτόν,
I myself am surety for him
ἐκ χειρός μου ζήτησον αὐτόν·
out of my hand claim him,
ἐὰν μὴ ἀγάγω αὐτὸν πρὸς σὲ
if I will not bring him back to you
καὶ στήσω αὐτὸν ἐναντίον σου,
and will set him before you,
ἡμαρτηκὼς ἔσομαι πρὸς σὲ
I will be guilty for you
πάσας τὰς ἡμέρας.
all the days (of my life).
10 εἰ μὴ γὰρ ἐβραδύναμεν,
For if we had not delayed,
ἤδη ἂν ὑπεστρέψαμεν δίς.
we would allready have returned twice.”

11 εἶπεν δὲ αὐτοῖς Ισραηλ ὁ πατὴρ αὐτῶν
And Israel said to them, their father:
Εἰ οὕτως ἐστίν, τοῦτο ποιήσατε·
“If it is so, do this:
λάβετε ἀπὸ τῶν καρπῶν τῆς γῆς
take out of the fruits of the land
ἐν τοῖς ἀγγείοις ὑμῶν
in your bags,
καὶ καταγάγετε τῷ ἀνθρώπῳ δῶρα,
and carry down for the man gifts
τῆς ῥητίνης καὶ τοῦ μέλιτος,
of balm and of honey,
θυμίαμα καὶ στακτὴν
incense and resin
καὶ τερέμινθον καὶ κάρυα.
and pistachio nuts and almonds.

12 καὶ τὸ ἀργύριον δισσὸν λάβετε
And take double the money
ἐν ταῖς χερσὶν ὑμῶν·
in your hands;
τὸ ἀργύριον τὸ ἀποστραφὲν
the money that was returned
ἐν τοῖς μαρσίπποις ὑμῶν
in your sacks,.
ἀποστρέψατε μεθ᾽ ὑμῶν·
you have to carry it back with you;
μήποτε ἀγνόημά ἐστιν.
perhaps it is an mistake.
13 καὶ τὸν ἀδελφὸν ὑμῶν λάβετε
And take your brother,
καὶ ἀναστάντες
and having got on your feet
κατάβητε πρὸς τὸν ἄνθρωπον.
you must go down to the man.
14 ὁ δὲ θεός μου δῴη ὑμῖν
May my god give you
χάριν ἐναντίον τοῦ ἀνθρώπου,
mercy facing the man,
καὶ ἀποστείλαι
and that he may send back
τὸν ἀδελφὸν ὑμῶν τὸν ἕνα καὶ τὸν Βενιαμιν
your brother, the one, and Benjamin.

ἐγὼ μὲν γάρ,
For really, I,
καθὰ ἠτέκνωμαι,
such as I am made childless,
ἠτέκνωμαι.
I am made childless.”

15 Λαβόντες δὲ οἱ ἄνδρες τὰ δῶρα ταῦτα
And the men, after taking that presents,
καὶ τὸ ἀργύριον διπλοῦν ἔλαβον
took also double the money
ἐν ταῖς χερσὶν αὐτῶν καὶ τὸν Βενιαμιν
in their hands and Benjamin,
καὶ ἀναστάντες
and having got on their feet
κατέβησαν εἰς Αἴγυπτον
they went down to Egypt
καὶ ἔστησαν ἐναντίον Ιωσηφ.
and placed themself facing Joseph.

16 εἶδεν δὲ Ιωσηφ αὐτοὺς
And Joseph saw them,
καὶ τὸν Βενιαμιν τὸν ἀδελφὸν αὐτοῦ
and Benjamin his brother
τὸν ὁμομήτριον
from the same mother,
καὶ εἶπεν τῷ ἐπὶ τῆς οἰκίας αὐτοῦ
and said to the man at the head of his house:
Εἰσάγαγε τοὺς ἀνθρώπους
“Bring the men
εἰς τὴν οἰκίαν
into the house,
καὶ σφάξον θύματα ·
and slaughter sacrificial animals
καὶ ἑτοίμασον
and make them ready
μετ᾽ ἐμοῦ γὰρ φάγονται οἱ ἄνθρωποι
for together with me the men will eat
ἄρτους τὴν μεσημβρίαν.
loafs of bread at noon.”
17 ἐποίησεν δὲ ὁ ἄνθρωπος,
The man did
καθὰ εἶπεν Ιωσηφ,
as Joseph had said,
καὶ εἰσήγαγεν τοὺς ἀνθρώπους
and brought the men
εἰς τὸν οἶκον Ιωσηφ. –
to the house of Joseph.

18 ἰδόντες δὲ οἱ ἄνθρωποι
And the men, seeing
ὅτι εἰσήχθησαν εἰς τὸν οἶκον Ιωσηφ,
that they were brought to the house of Joseph,
εἶπαν Διὰ τὸ ἀργύριον τὸ ἀποστραφὲν
said, “Because of the money, replaced
ἐν τοῖς μαρσίπποις ἡμῶν τὴν ἀρχὴν
in our sacks the first time
ἡμεῖς εἰσαγόμεθα
we are brought in
τοῦ συκοφαντῆσαι ἡμᾶς
to bring false charges against us,
καὶ ἐπιθέσθαι ἡμῖν
and fall upon us
τοῦ λαβεῖν ἡμᾶς εἰς παῖδας
to seize us as slaves
καὶ τοὺς ὄνους ἡμῶν.
and (to seize) our donkeys.”

19 προσελθόντες δὲ πρὸς τὸν ἄνθρωπον
And having gone to the man,
τὸν ἐπὶ τοῦ οἴκου Ιωσηφ
the (head) of the house of Joseph,
ἐλάλησαν αὐτῷ ἐν τῷ πυλῶνι τοῦ οἴκου
they spoke with him in the gatehouse of the house,
20 λέγοντες Δεόμεθα, κύριε·
saying: “We ask you, lord,
κατέβημεν τὴν ἀρχὴν
we came down the first time
πρίασθαι βρώματα·
to buy food;
21 ἐγένετο δὲ
and it happened
ἡνίκα ἤλθομεν εἰς τὸ
when we came to (the lodging place)
καταλῦσαι
to make halt,
καὶ ἠνοίξαμεν τοὺς μαρσίππους ἡμῶν,
and we opened our sacks,
καὶ τόδε τὸ ἀργύριον ἑκάστου
and this money of each one
ἐν τῷ μαρσίππῳ αὐτοῦ·
(was) in his sack;
τὸ ἀργύριον ἡμῶν
our money
ἐν σταθμῷ
in full weight
ἀπεστρέψαμεν νῦν
we have brought back now
ἐν ταῖς χερσὶν ἡμῶν
in our hands;
22 καὶ ἀργύριον ἕτερον
and other money
ἠνέγκαμεν μεθ᾽ ἑαυτῶν
we have brought with us
ἀγοράσαι βρώματα·
to buy food.
οὐκ οἴδαμεν, τίς ἐνέβαλεν
We do not know who has put
τὸ ἀργύριον εἰς τοὺς μαρσίππους ἡμῶν.
the money in our sacks.”

23 εἶπεν δὲ αὐτοῖς
He said to them:
Ἵλεως ὑμῖν,
“May god have mercy on you!
μὴ φοβεῖσθε·
Do not be afraid;
ὁ θεὸς ὑμῶν καὶ ὁ θεὸς τῶν πατέρων ὑμῶν
your god and the god of your fathers
ἔδωκεν ὑμῖν θησαυροὺς
has given you treasures
ἐν τοῖς μαρσίπποις ὑμῶν,
in your sacks,
τὸ δὲ ἀργύριον ὑμῶν
and your money
εὐδοκιμοῦν ἀπέχω.
I have received (as being ) of good repute.”
καὶ ἐξήγαγεν πρὸς αὐτοὺς τὸν Συμεων
And he brought Simeon out to them.
24 καὶ ἤνεγκεν ὕδωρ
And he brought water
νίψαι τοὺς πόδας αὐτῶν
to wash their feet,
καὶ ἔδωκεν χορτάσματα τοῖς ὄνοις αὐτῶν.
and gave fodder for their donkeys
25 ἡτοίμασαν δὲ τὰ δῶρα
And they prepared the gifts
ἕως τοῦ ἐλθεῖν Ιωσηφ μεσημβρίας·
for Joseph’s coming at noon,
ἤκουσαν γὰρ ὅτι ἐκεῖ μέλλει ἀριστᾶν.
for they had heard that he would dine there.

26 Εἰσῆλθεν δὲ Ιωσηφ εἰς τὴν οἰκίαν,
And Joseph came home,
καὶ προσήνεγκαν αὐτῷ τὰ δῶρα,
and they brought him the gifts
ἃ εἶχον ἐν ταῖς χερσὶν αὐτῶν,
that they had in their hands
εἰς τὸν οἶκον
to the house ,
καὶ προσεκύνησαν αὐτῷ
and bowed before him
ἐπὶ πρόσωπον ἐπὶ τὴν γῆν.
with their faces to the ground.

27 ἠρώτησεν δὲ αὐτούς
He asked them:
Πῶς ἔχετε; καὶ εἶπεν αὐτοῖς
“How do you do?” and said to them:
Εἰ ὑγιαίνει ὁ πατὴρ ὑμῶν ὁ πρεσβύτερος,
“Is your father healthy, the older man
ὃν εἴπατε; ἔτι ζῇ;
of whom you spoke; is he still alive?”
28 οἱ δὲ εἶπαν Ὑγιαίνει
And they said: “He is healthy,
ὁ παῖς σου ὁ πατὴρ ἡμῶν, ἔτι ζῇ.
your servant, our father, is still alive.”
καὶ εἶπεν Εὐλογητὸς
And he said: “(He may be ) blessed,
ὁ ἄνθρωπος ἐκεῖνος τῷ θεῷ.
that man, by god!”
καὶ κύψαντες προσεκύνησαν αὐτῷ.
And after leaning down they kneeled for him.
29 ἀναβλέψας δὲ τοῖς ὀφθαλμοῖς
And looking up with is eyes
Ιωσηφ εἶδεν Βενιαμιν
Joseph saw Benjamin,
τὸν ἀδελφὸν αὐτοῦ τὸν ὁμομήτριον
his brother from the same mother,
καὶ εἶπεν Οὗτος ὁ ἀδελφὸς ὑμῶν
and said, “(Is) this your brother,
ὁ νεώτερος, ὃν εἴπατε
the younger one, of whom you said
πρός με ἀγαγεῖν;
to bring him to me?
καὶ εἶπεν
And he said:
Ὁ θεὸς ἐλεήσαι σε, τέκνον.
“God may have pity on you, my son!’
30 ἐταράχθη δὲ Ιωσηφ
Joseph became confused,
συνεστρέφετο γὰρ τὰ ἔντερα αὐτοῦ
for his hart was touched
ἐπὶ τῷ ἀδελφῷ αὐτοῦ
by his broter,
καὶ ἐζήτει κλαῦσαι·
andhe did long to weep,
εἰσελθὼν δὲ εἰς τὸ ταμιεῖον
and after going into the interior room
ἔκλαυσεν ἐκεῖ.
he wept there.

31 καὶ νιψάμενος τὸ πρόσωπον
And having washed his face
ἐξελθὼν
and having come out
ἐνεκρατεύσατο
he controlled himself
καὶ εἶπεν Παράθετε ἄρτους.
and said: “Serve bread.”

32 καὶ παρέθηκαν αὐτῷ μόνῳ
And they served him alone, ,
καὶ αὐτοῖς καθ᾽ ἑαυτοὺς
and them apart,
καὶ τοῖς Αἰγυπτίοις
and the Egyptians
τοῖς συνδειπνοῦσιν μετ᾽ αὐτοῦ
who ate with him
καθ᾽ ἑαυτούς·
apart,
οὐ γὰρ ἐδύναντο οἱ Αἰγύπτιοι συνεσθίειν
for the Egyptians could not eat together
μετὰ τῶν Εβραίων ἄρτους,
with the Hebrews bread,
βδέλυγμα γάρ ἐστιν τοῖς Αἰγυπτίοις.
for (that) is a horror to the Egyptians.

33 ἐκάθισαν δὲ ἐναντίον αὐτοῦ,
And they took a seat opposite him,
ὁ πρωτότοκος κατὰ τὰ πρεσβεῖα αὐτοῦ
the firstborn according to his older age
καὶ ὁ νεώτερος κατὰ τὴν νεότητα αὐτοῦ·
and the younger one according to his youth,
ἐξίσταντο δὲ οἱ ἄνθρωποι
and the men looked in amazement,
ἕκαστος πρὸς τὸν ἀδελφὸν αὐτοῦ.
everyone to his brother.

34 ἦραν δὲ μερίδας
They took portions
παρ᾽ αὐτοῦ πρὸς αὐτούς·
from him to them;
ἐμεγαλύνθη δὲ ἡ μερὶς Βενιαμιν
enlarged was the portion of Benjamin
παρὰ τὰς μερίδας πάντων
in comparision with the portions of them all
πενταπλασίως πρὸς τὰς ἐκείνων.
five times as much as those of them.
ἔπιον δὲ καὶ ἐμεθύσθησαν μετ᾽ αὐτοῦ.
And they drank and were drunk with him.

Next
Return

reageer