Joseph sold as a slave · 4080 dagen geleden by Ad van den Ende
Genesis 37
1 Κατῴκει δὲ Ιακωβ ἐν τῇ γῇ,
Jacob lived in the land
οὗ παρῴκησεν ὁ πατὴρ αὐτοῦ, ἐν γῇ Χανααν.
where had lived his father, in the land of Canaan.
2 αὗται δὲ αἱ γενέσεις Ιακωβ·
This is the history of Jacob.
Ιωσηφ δέκα ἑπτὰ ἐτῶν ἦν
Joseph was seventeen years old;
ποιμαίνων μετὰ τῶν ἀδελφῶν αὐτοῦ τὰ πρόβατα
he took care of the sheep with his brothers,
ὢν νέος, μετὰ τῶν υἱῶν Βαλλας
being young, with the sons of Bilhah,
καὶ μετὰ τῶν υἱῶν Ζελφας
and with the sons of Zilpah,
τῶν γυναικῶν τοῦ πατρὸς αὐτοῦ·
the wives of his father.
κατήνεγκεν δὲ Ιωσηφ ψόγον πονηρὸν
Joseph brought bad reports (about his brothers)
πρὸς Ισραηλ τὸν πατέρα αὐτῶν.
to Israël, their father.
3 Ιακωβ δὲ ἠγάπα τὸν Ιωσηφ
Jacob loved oseph
παρὰ πάντας τοὺς υἱοὺς αὐτοῦ,
more than all his (other) sons
ὅτι υἱὸς γήρους ἦν αὐτῷ·
because he was a son of his old age.
ἐποίησεν δὲ αὐτῷ χιτῶνα ποικίλον.
He made for him a decorated robe.
4 ἰδόντες δὲ οἱ ἀδελφοὶ αὐτοῦ
When his brothers zagen
ὅτι αὐτὸν ὁ πατὴρ φιλεῖ
dat hun vader van hem hield,
ἐκ πάντων τῶν υἱῶν αὐτοῦ,
meer dan al zijn (andere) zoons,
ἐμίσησαν αὐτὸν
haatten zij hem
καὶ οὐκ ἐδύναντο λαλεῖν αὐτῷ
and they could not say to him
οὐδὲν εἰρηνικόν.
something peaceable.
5 Ἐνυπνιασθεὶς δὲ Ιωσηφ
Once, when Joseph had dreamed,
ἐνύπνιον ἀπήγγειλεν αὐτὸ τοῖς ἀδελφοῖς αὐτοῦ
he told this dream to his brothers.
6 καὶ εἶπεν αὐτοῖς
And he said them:
Ἀκούσατε τοῦ ἐνυπνίου τούτου,
Listen to this dream,
οὗ ἐνυπνιάσθην·
which I have dreamed.
7 ᾤμην ἡμᾶς δεσμεύειν δράγματα
I thought we were tying up sheaves
ἐν μέσῳ τῷ πεδίῳ,
out in the field,
καὶ ἀνέστη τὸ ἐμὸν δράγμα καὶ ὠρθώθη,
and my sheaf got up and stood up straight,
περιστραφέντα δὲ τὰ δράγματα ὑμῶν
your sheaves formed a circle
προσεκύνησαν τὸ ἐμὸν δράγμα.
and bowed down to my sheaf.
8 εἶπαν δὲ αὐτῷ οἱ ἀδελφοί
His brothers asked him:
Μὴ βασιλεύων βασιλεύσεις ἐφ᾽ ἡμᾶς
“Do you think that as a king you will rule over us us,
ἢ κυριεύων κυριεύσεις ἡμῶν;
or as a lord will dominate us?”
καὶ προσέθεντο ἔτι μισεῖν αὐτὸν
And even more they did hate him,
ἕνεκεν τῶν ἐνυπνίων αὐτοῦ
because of his dreams
καὶ ἕνεκεν τῶν ῥημάτων αὐτοῦ. –
and because of his words (about them).
9 εἶδεν δὲ ἐνύπνιον ἕτερον
Then he saw another dream.
καὶ διηγήσατο αὐτὸ τῷ πατρὶ αὐτοῦ
And he told it to his father
καὶ τοῖς ἀδελφοῖς αὐτοῦ
and to his brothers.
καὶ εἶπεν Ἰδοὺ ἐνυπνιασάμην ἐνύπνιον ἕτερον,
And he said:”Listen, I dreamed an other dream,
ὥσπερ ὁ ἥλιος καὶ ἡ σελήνη
as if the sun and the moon
καὶ ἕνδεκα ἀστέρες προσεκύνουν με.
and eleven stars bowed down to me.”
10 καὶ ἐπετίμησεν αὐτῷ ὁ πατὴρ αὐτοῦ
And his father scolded him,
καὶ εἶπεν αὐτῷ
and he said him:
Τί τὸ ἐνύπνιον τοῦτο,
“What is this dream
ὃ ἐνυπνιάσθης;
that you dreamd?
ἆρά γε ἐλθόντες ἐλευσόμεθα
Do you think we are going to come,
ἐγώ τε καὶ ἡ μήτηρ σου καὶ οἱ ἀδελφοί σου
I and your mother and your brothers
προσκυνῆσαί σοι ἐπὶ τὴν γῆν;
to bow down in front of you?”
11 ἐζήλωσαν δὲ αὐτὸν οἱ ἀδελφοὶ αὐτοῦ,
They were jealous of him, his brothers.
ὁ δὲ πατὴρ αὐτοῦ διετήρησεν τὸ ῥῆμα.
But his father kept thinking about what had been said.
12 Ἐπορεύθησαν δὲ οἱ ἀδελφοὶ αὐτοῦ
They had gone, his brothers,
βόσκειν τὰ πρόβατα τοῦ πατρὸς αὐτῶν εἰς Συχεμ.
to take care of the sheep of their father to Sichem.
13 καὶ εἶπεν Ισραηλ πρὸς Ιωσηφ
And Israel said to Joseph:
Οὐχ οἱ ἀδελφοί σου ποιμαίνουσιν ἐν Συχεμ;
“Do not your brothers graze in Sichem?
δεῦρο ἀποστείλω σε πρὸς αὐτούς.
Come, let me send you tot them.”
εἶπεν δὲ αὐτῷ Ἰδοὺ ἐγώ.
He answered him: “See, here I am.”
14 εἶπεν δὲ αὐτῷ Ισραηλ
Israël said to him:
Πορευθεὶς ἰδὲ εἰ ὑγιαίνουσιν
“When you have gone, see if they are healthy,
οἱ ἀδελφοί σου καὶ τὰ πρόβατα
your brothers and the sheep,
καὶ ἀνάγγειλόν μοι.
and you have to tell me.”
καὶ ἀπέστειλεν αὐτὸν ἐκ τῆς κοιλάδος τῆς Χεβρων,
And he sent him off from the valley of Hebron,
καὶ ἦλθεν εἰς Συχεμ.
and he came in Sichem.
15 καὶ εὗρεν αὐτὸν ἄνθρωπος
And him found a man,
πλανώμενον ἐν τῷ πεδίῳ·
while he was roaming around in the field.
ἠρώτησεν δὲ αὐτὸν ὁ ἄνθρωπος λέγων
The man asked him, saying:
Τί ζητεῖς;
“What do you look for?”
16 ὁ δὲ εἶπεν Τοὺς ἀδελφούς μου ζητῶ·
He replied “I am looking for my brothers.
ἀνάγγειλόν μοι, ποῦ βόσκουσιν.
Tell me where they graze.”
17 εἶπεν δὲ αὐτῷ ὁ ἄνθρωπος
The man said him:
Ἀπήρκασιν ἐντεῦθεν·
“They have left from here.
ἤκουσα γὰρ αὐτῶν λεγόντων
For I heared them saying:
Πορευθῶμεν εἰς Δωθαιμ.
Let us go to Dothan.”
καὶ ἐπορεύθη Ιωσηφ κατόπισθεν
And Joseph went behind
τῶν ἀδελφῶν αὐτοῦ
his brothers,
καὶ εὗρεν αὐτοὺς ἐν Δωθαιμ.
and he found them in Dothan.
18 προεῖδον δὲ αὐτὸν μακρόθεν
They saw him a long way off
πρὸ τοῦ ἐγγίσαι αὐτὸν πρὸς αὐτοὺς
before that he approached them
καὶ ἐπονηρεύοντο τοῦ ἀποκτεῖναι αὐτόν.
and they drew up bad plans to kill him.
19 εἶπαν δὲ ἕκαστος πρὸς τὸν ἀδελφὸν αὐτοῦ
Everyone said to his brother:
Ἰδοὺ ὁ ἐνυπνιαστὴς ἐκεῖνος ἔρχεται·
“See, that dreamer is coming.
20 νῦν οὖν δεῦτε ἀποκτείνωμεν αὐτὸν
Now then come on, let us kill him
καὶ ῥίψωμεν αὐτὸν εἰς ἕνα τῶν λάκκων
and let us throw him in one of the wells,
καὶ ἐροῦμεν Θηρίον πονηρὸν κατέφαγεν αὐτόν·
and let us say that a bad wild animal did eat him;.
καὶ ὀψόμεθα, τί ἔσται τὰ ἐνύπνια αὐτοῦ.
and we will see what will come of his dreams!”
21 ἀκούσας δὲ Ρουβην
When Ruben had heard this
ἐξείλατο αὐτὸν ἐκ τῶν χειρῶν αὐτῶν
he tried to save him out of their hands.
καὶ εἶπεν Οὐ πατάξομεν αὐτὸν εἰς ψυχήν.
And he said: “Let us not beat him to death.”
22 εἶπεν δὲ αὐτοῖς Ρουβην
Ruben said to them:
Μὴ ἐκχέητε αἷμα·
“Do not shed blood!
ἐμβάλετε αὐτὸν εἰς τὸν λάκκον τοῦτον
Throw him in that well
τὸν ἐν τῇ ἐρήμῳ,
there in the desert.
χεῖρα δὲ μὴ ἐπενέγκητε αὐτῷ·
Do not lay violent hands on him.”
ὅπως ἐξέληται αὐτὸν ἐκ τῶν χειρῶν αὐτῶν
So that he would save him out of their hands,
καὶ ἀποδῷ αὐτὸν τῷ πατρὶ αὐτοῦ.
and would give him back to his father.
23 ἐγένετο δὲ ἡνίκα ἦλθεν Ιωσηφ
It happened, when Joseph had come
πρὸς τοὺς ἀδελφοὺς αὐτοῦ,
to his brothers,
ἐξέδυσαν τὸν Ιωσηφ τὸν χιτῶνα
they took Joseph off his robe,
τὸν ποικίλον τὸν περὶ αὐτὸν
the colourful (robe) round him.
24 καὶ λαβόντες αὐτὸν
and when they had taken him
ἔρριψαν εἰς τὸν λάκκον·
they threw him in the well;
ὁ δὲ λάκκος κενός, ὕδωρ οὐκ εἶχεν.
the well was empty, it had no water.
25 Ἐκάθισαν δὲ φαγεῖν ἄρτον
They sat down to eat bread;
καὶ ἀναβλέψαντες τοῖς ὀφθαλμοῖς εἶδον,
and regaining sight with their eyes they looked around,
καὶ ἰδοὺ ὁδοιπόροι Ισμαηλῖται ἤρχοντο ἐκ Γαλααδ,
and see, travelling Ishmaelites came out of Gilead,
καὶ αἱ κάμηλοι αὐτῶν ἔγεμον θυμιαμάτων
and their camels were loaded with perfumeries
καὶ ῥητίνης καὶ στακτῆς·
and sweet-smelling resin and oil of myrrh.
ἐπορεύοντο δὲ καταγαγεῖν εἰς Αἴγυπτον.
They travelled to bring this to Egypt.
26 εἶπεν δὲ Ιουδας πρὸς τοὺς ἀδελφοὺς αὐτοῦ
Judas said to his brothers:
Τί χρήσιμον, ἐὰν ἀποκτείνωμεν τὸν ἀδελφὸν ἡμῶν
“Which use there is if we kill our brother
καὶ κρύψωμεν τὸ αἷμα αὐτοῦ;
and hide his blood?
27 δεῦτε ἀποδώμεθα αὐτὸν τοῖς Ισμαηλίταις τούτοις,
Come on, let us sell him to these Ishmaelites;
αἱ δὲ χεῖρες ἡμῶν μὴ ἔστωσαν ἐπ᾽ αὐτόν,
our hands must not be directed against him,
ὅτι ἀδελφὸς ἡμῶν καὶ σὰρξ ἡμῶν ἐστιν.
for he is our brother and our flesh.”
ἤκουσαν δὲ οἱ ἀδελφοὶ αὐτοῦ.
His brothers listened to him.
28 καὶ παρεπορεύοντο οἱ ἄνθρωποι
And they passed, the men,
οἱ Μαδιηναῖοι οἱ ἔμποροι,
the Midianites, the merchants,
καὶ ἐξείλκυσαν καὶ ἀνεβίβασαν
and they drew Joseph and took him up
τὸν Ιωσηφ ἐκ τοῦ λάκκου
out of the well,
καὶ ἀπέδοντο τὸν Ιωσηφ τοῖς Ισμαηλίταις
And they sold Joseph to the Ishmaelites
εἴκοσι χρυσῶν,
for twenty gold coins,
καὶ κατήγαγον τὸν Ιωσηφ εἰς Αἴγυπτον.
and they brought Joseph to Egypt.
29 ἀνέστρεψεν δὲ Ρουβην ἐπὶ τὸν λάκκον
And Ruben returned to the well
καὶ οὐχ ὁρᾷ τὸν Ιωσηφ ἐν τῷ λάκκῳ
and did not see Joseph in the well.
καὶ διέρρηξεν τὰ ἱμάτια αὐτοῦ.
and tore his clothes.
30 καὶ ἀνέστρεψεν πρὸς τοὺς ἀδελφοὺς αὐτοῦ
And he went back to his brothers.
καὶ εἶπεν Τὸ παιδάριον οὐκ ἔστιν·
and said: “The boy is not there!
ἐγὼ δὲ ποῦ πορεύομαι ἔτι;
Where can I go now?”
31 Λαβόντες δὲ τὸν χιτῶνα τοῦ Ιωσηφ
After they had taken the robe of Joseph
ἔσφαξαν ἔριφον αἰγῶν
they slaughtered a male little goat
καὶ ἐμόλυναν τὸν χιτῶνα τῷ αἵματι.
and stained the robe with blood,
32 καὶ ἀπέστειλαν τὸν χιτῶνα τὸν ποικίλον
and sent the coloured robe
καὶ εἰσήνεγκαν τῷ πατρὶ αὐτῶν
and let bring it to their father,
καὶ εἶπαν Τοῦτον εὕρομεν·
and said: “We have found that.
ἐπίγνωθι εἰ χιτὼν τοῦ υἱοῦ σού ἐστιν ἢ οὔ.
Look if it is the robe of your son or not.”
33 καὶ ἐπέγνω αὐτὸν καὶ εἶπεν
And he looked at it and said:
Χιτὼν τοῦ υἱοῦ μού ἐστιν·
“The robe of my son is this.
θηρίον πονηρὸν κατέφαγεν αὐτόν,
A wild animal dit eat him,
θηρίον ἥρπασεν τὸν Ιωσηφ.
a wild animal has grabbed Joseph.”
34 διέρρηξεν δὲ Ιακωβ τὰ ἱμάτια αὐτοῦ
Jacob tore his own clothes
καὶ ἐπέθετο σάκκον ἐπὶ τὴν ὀσφὺν αὐτοῦ
and put a sack around his hip
καὶ ἐπένθει τὸν υἱὸν αὐτοῦ ἡμέρας πολλάς.
and he mourned his son many days.
35 συνήχθησαν δὲ πάντες οἱ υἱοὶ αὐτοῦ
And all they gathered, his sons
καὶ αἱ θυγατέρες καὶ ἦλθον παρακαλέσαι αὐτόν,
and his daughters, and they came to comfort him,
καὶ οὐκ ἤθελεν παρακαλεῖσθαι
and he did not want to be comforted,
λέγων ὅτι Καταβήσομαι πρὸς τὸν υἱόν μου
saying: “I will go down to my son,
πενθῶν εἰς ᾅδου.
mourning, to (the house of) Hades.”
καὶ ἔκλαυσεν αὐτὸν ὁ πατὴρ αὐτοῦ. –
And his father wept for him.
36 οἱ δὲ Μαδιηναῖοι ἀπέδοντο τὸν Ιωσηφ
The Midianites sold Joseph
εἰς Αἴγυπτον τῷ Πετεφρη
in Egypt, to Potiphar,
τῷ σπάδοντι Φαραω, ἀρχιμαγείρῳ.
the courtier of the Pharao, the head of the guard.