Go to content Go to navigation Go to search

The arrest of Jesus · 4060 dagen geleden by Ad van den Ende

47 Ἔτι αὐτοῦ λαλοῦντος
While he was still speaking,
ἰδοὺ ὄχλος, καὶ ὁ λεγόμενος Ἰούδας
see, a crowd, and the one called Judas,
εἷς τῶν δώδεκα προήρχετο αὐτούς,
one of the twelve, was leading them,
καὶ ἤγγισεν τῷ Ἰησοῦ φιλῆσαι αὐτόν.
and he approached Jesus to kiss him.

48 Ἰησοῦς δὲ εἶπεν αὐτῷ,
And Jesus said to him:
Ἰούδα, φιλήματι
“Judas, with a kiss
τὸν υἱὸν τοῦ ἀνθρώπου παραδίδως;
you deliver the Son of Man?”
49 ἰδόντες δὲ οἱ περὶ αὐτὸν
Seeing, those who were around him,
τὸ ἐσόμενον
what would happen,
εἶπαν, Κύριε, εἰ πατάξομεν ἐν μαχαίρῃ;
they said, “Lord, if we will strike with (the) sword?”
50 καὶ ἐπάταξεν εἷς τις ἐξ αὐτῶν
and he struck, one of them,
τοῦ ἀρχιερέως τὸν δοῦλον
the slave of the high priest,
καὶ ἀφεῖλεν τὸ οὖς αὐτοῦ τὸ δεξιόν.
and cut off his ear, the right one.

51 ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν,
And answering, Jesus said:
Ἐᾶτε ἕως τούτου·
“Stop it at that!”
καὶ ἁψάμενος τοῦ ὠτίου ἰάσατο αὐτόν.
And having touched the ear he healed him.

52 εἶπεν δὲ Ἰησοῦς
And Jesus said
πρὸς τοὺς παραγενομένους ἐπ᾽ αὐτὸν
to who had come to him,
ἀρχιερεῖς καὶ στρατηγοὺς τοῦ ἱεροῦ
chief priests and officers of the temple
καὶ πρεσβυτέρους,
and elders:
Ὡς ἐπὶ λῃστὴν ἐξήλθατε
“As against a robber you have come out,
μετὰ μαχαιρῶν καὶ ξύλων;
with swords and sticks;
53 καθ᾽ ἡμέραν ὄντος μου
when I was each day
μεθ᾽ ὑμῶν ἐν τῷ ἱερῷ
with you in the temple
οὐκ ἐξετείνατε τὰς χεῖρας ἐπ᾽ ἐμέ·
you did not lay the hands on me,
ἀλλ᾽ αὕτη ἐστὶν ὑμῶν ἡ ὥρα
but this is your hour,
καὶ ἡ ἐξουσία τοῦ σκότους.
and the power of the darkness!”

{Marcus 14, 50-54
50  καὶ ἀφέντες αὐτὸν ἔφυγον πάντες.
And after leaving him all fled.
51  Καὶ νεανίσκος τις συνηκολούθει αὐτῷ
And a young man followed him,
περιβεβλημένος σινδόνα ἐπὶ γυμνοῦ,
dressed in a linen cloth only,
καὶ κρατοῦσιν αὐτόν·
and they seized him,
52  ὁ δὲ καταλιπὼν τὴν σινδόνα
but he, leaving his linen cloth behind,
γυμνὸς ἔφυγεν.
ran off naked.}

Peter denies Jesus

54 Συλλαβόντες δὲ αὐτὸν ἤγαγον
After they had seized him they led him away,
καὶ εἰσήγαγον εἰς τὴν οἰκίαν τοῦ ἀρχιερέως·
and they brought (him) into the house of the high priest.
ὁ δὲ Πέτρος ἠκολούθει μακρόθεν.
And Peter followed at a distance.

55 περιαψάντων δὲ πῦρ
After lighting all around a fire
ἐν μέσῳ τῆς αὐλῆς
in the middle of the courtyard,
καὶ συγκαθισάντων
and after they sat down together
ἐκάθητο ὁ Πέτρος μέσος αὐτῶν.
Peter sat in the midst of them.

56 ἰδοῦσα δὲ αὐτὸν παιδίσκη τις
After seeing him, a servant-girl,
καθήμενον πρὸς τὸ φῶς
while he was sitting in the light,
καὶ ἀτενίσασα αὐτῷ εἶπεν,
and having close seen him, said:
Καὶ οὗτος σὺν αὐτῷ ἦν·
“Also this one was with him!”
57 ὁ δὲ ἠρνήσατο λέγων,
But he denied, saying:
Οὐκ οἶδα αὐτόν, γύναι.
“I do not know him, woman.”
58 καὶ μετὰ βραχὺ
And after a short time
ἕτερος ἰδὼν αὐτὸν ἔφη,
someone else, having seen him, said,
Καὶ σὺ ἐξ αὐτῶν εἶ·
“Also you are one of them!”

ὁ δὲ Πέτρος ἔφη,
But Peter said
Ἄνθρωπε, οὐκ εἰμί.
“Man, I am not!“”

59 καὶ διαστάσης ὡσεὶ ὥρας μιᾶς
And after had elapsed about one hour
ἄλλος τις διϊσχυρίζετο λέγων,
some other assured emphatically,saying:
Ἐπ᾽ ἀληθείας καὶ οὗτος μετ᾽ αὐτοῦ ἦν,
“Really, also this man was with him,
καὶ γὰρ Γαλιλαῖός ἐστιν·
for he is a Galilean.”
60 εἶπεν δὲ ὁ Πέτρος,
And Peter said:
Ἄνθρωπε, οὐκ οἶδα ὃ λέγεις.
“Man, I do not know what you say!”
καὶ παραχρῆμα ἔτι λαλοῦντος αὐτοῦ
And at the same time that he was speaking
ἐφώνησεν ἀλέκτωρ.
there crew a cock.

61 καὶ στραφεὶς ὁ κύριος
And after turning the Lord
ἐνέβλεψεν τῷ Πέτρῳ,
looked at Peter,
καὶ ὑπεμνήσθη ὁ Πέτρος
and Peter remembered
τοῦ ῥήματος τοῦ κυρίου
the word of the Lord,
ὡς εἶπεν αὐτῷ ὅτι
how he had said to him:
Πρὶν ἀλέκτορα φωνῆσαι σήμερον
“Before the cock has crowed today
ἀπαρνήσῃ με τρίς·
you will deny me three times.”
62 καὶ ἐξελθὼν ἔξω ἔκλαυσεν πικρῶς.
And having gone out he wept bitterly.

63 Καὶ οἱ ἄνδρες οἱ συνέχοντες αὐτὸν
And the men who were holding him
ἐνέπαιζον αὐτῷ δέροντες,
did mock him, beating (him),

64 καὶ περικαλύψαντες αὐτὸν
And having blindfolded him
ἐπηρώτων λέγοντες,
they asked (him), saying:
Προφήτευσον, τίς ἐστιν ὁ παίσας σε;
“Prophesy, who is it that struck you?”
65 καὶ ἕτερα πολλὰ βλασφημοῦντες
And many other things, blaspheming,
ἔλεγον εἰς αὐτόν.
they said to him.

Jesus is brought before the Council

66 Καὶ ὡς ἐγένετο ἡμέρα,
And when the day had come
συνήχθη
gathered together
τὸ πρεσβυτέριον τοῦ λαοῦ,
the assembly of the elders of the people,
ἀρχιερεῖς τε καὶ γραμματεῖς,
chief priests and scribes,
καὶ ἀπήγαγον αὐτὸν
and they took him away
εἰς τὸ συνέδριον αὐτῶν,
to their assembly,

67 λέγοντες, Εἰ σὺ εἶ ὁ Χριστός,
saying: “If you are the Anointed,
εἰπὸν ἡμῖν. εἶπεν δὲ αὐτοῖς,
tell us!”. He said them:
Ἐὰν ὑμῖν εἴπω οὐ μὴ πιστεύσητε·
“If I tell you, you will not believe;
68 ἐὰν δὲ ἐρωτήσω
and if I will question
οὐ μὴ ἀποκριθῆτε.
you will not answer.
69 ἀπὸ τοῦ νῦν δὲ
And from now on
ἔσται ὁ υἱὸς τοῦ ἀνθρώπου καθήμενος
the Son of Man will be seated
ἐκ δεξιῶν τῆς δυνάμεως τοῦ θεοῦ.
at the right hand of the power of God.”
70 εἶπαν δὲ πάντες,
All (of them) said:
Σὺ οὖν εἶ ὁ υἱὸς τοῦ θεοῦ;
“So you are the Son of God?”
ὁ δὲ πρὸς αὐτοὺς ἔφη,
And he said to them:
Ὑμεῖς λέγετε ὅτι ἐγώ εἰμι.
“You say that I am.”
71 οἱ δὲ εἶπαν,
And they said:
Τί ἔτι ἔχομεν μαρτυρίας χρείαν;
“Why do we still need a testimony?
αὐτοὶ γὰρ ἠκούσαμεν
For ourselves we have heard (it)
ἀπὸ τοῦ στόματος αὐτοῦ.
from his mouth.”

Next
Return