Go to content Go to navigation Go to search

The Garden of Eden · 5142 dagen geleden by Ad van den Ende

Genesis 2

4 ᾗ ἡμέρᾳ ἐποίησεν ὁ θεὸς
On the day when God made
τὸν οὐρανὸν καὶ τὴν γῆν
the heaven and the earth:
5 καὶ πᾶν χλωρὸν ἀγροῦ
every shrub of the field
πρὸ τοῦ γενέσθαι ἐπὶ τῆς γῆς
(was) before growing on the earth
καὶ πάντα χόρτον ἀγροῦ
and every plant of the field
πρὸ τοῦ ἀνατεῖλαι·
(was) before sprouting,
οὐ γὰρ ἔβρεξεν ὁ θεὸς
for God did not sent any rain
ἐπὶ τὴν γῆν,
to the earth,
καὶ ἄνθρωπος οὐκ ἦν
and no man there was
ἐργάζεσθαι τὴν γῆν,
to cultivate the land.

6 πηγὴ δὲ ἀνέβαινεν
A spring did well up
ἐκ τῆς γῆς
from the earth

καὶ ἐπότιζεν
and did water
πᾶν τὸ πρόσωπον τῆς γῆς.
the whole surface of the earth.

7 καὶ ἔπλασεν ὁ θεὸς
And God formed
τὸν ἄνθρωπον
the man
χοῦν ἀπὸ τῆς γῆς
(out of) soil from the ground
καὶ ἐνεφύσησεν εἰς τὸ πρόσωπον αὐτοῦ
and breathed into his nose
πνοὴν ζωῆς,
the breath of life,
καὶ ἐγένετο ὁ ἄνθρωπος
and the man became
εἰς ψυχὴν ζῶσαν.
a living creature.

8 Καὶ ἐφύτευσεν κύριος ὁ θεὸς
And the Lord God planted
παράδεισον ἐν Εδεμ
a garden in Eden,
κατὰ ἀνατολὰς
in the east,
καὶ ἔθετο ἐκεῖ
and he put there
τὸν ἄνθρωπον, ὃν ἔπλασεν.
the man whom he had formed.

9 καὶ ἐξανέτειλεν ὁ θεὸς ἔτι
And God made grow besides
ἐκ τῆς γῆς
from the soil
πᾶν ξύλον
every tree (that was)
ὡραῖον εἰς ὅρασιν
pleasing to look at
καὶ καλὸν εἰς βρῶσιν
and good for food,
καὶ τὸ ξύλον τῆς ζωῆς
and the tree of life
ἐν μέσῳ τῷ παραδείσῳ
in the middle of the garden

καὶ τὸ ξύλον τοῦ εἰδέναι γνωστὸν
and the tree of knowing knowledge
καλοῦ καὶ πονηροῦ.
of good and bad.

10 ποταμὸς δὲ
A river
ἐκπορεύεται ἐξ Εδεμ
flows from Eden
ποτίζειν τὸν παράδεισον·
to water the garden;
ἐκεῖθεν ἀφορίζεται
from there it is divided
εἰς τέσσαρας ἀρχάς.
into four headstreams.

11 ὄνομα τῷ ἑνὶ Φισων·
The name of the first is Pishon;
οὗτος ὁ κυκλῶν,
it is flowing round
πᾶσαν τὴν γῆν Ευιλατ
the entire land of Havilah,
ἐκεῖ οὗ ἐστιν τὸ χρυσίον·
there where is the gold.

12 τὸ δὲ χρυσίον
The gold
τῆς γῆς ἐκείνης καλόν·
of that land is good;
καὶ ἐκεῖ ἐστιν ὁ ἄνθραξ
and there is the charcoal
καὶ ὁ λίθος ὁ πράσινος.
and the precious stone.

13 καὶ ὄνομα
And the name
τῷ ποταμῷ τῷ δευτέρῳ Γηων·
of the second river is Gihon;
οὗτος ὁ κυκλῶν
it is flowing round
πᾶσαν τὴν γῆν Αἰθιοπίας.
the entire land of Ethiopië.

14 καὶ ὁ ποταμὸς ὁ τρίτος Τίγρις·
And the third river is Tigris;
οὗτος ὁ πορευόμενος
this (is) the flowing
κατέναντι Ἀσσυρίων.
opposite to Assyria.

ὁ δὲ ποταμὸς ὁ τέταρτος,
The fourth river,
οὗτος Εὐφράτης.
this (is the) Euphrates.

15 Καὶ ἔλαβεν κύριος ὁ θεὸς
And the Lord God took
τὸν ἄνθρωπον,
the man
ὃν ἔπλασεν,
he had formed,
καὶ ἔθετο αὐτὸν
and placed him
ἐν τῷ παραδείσῳ
in the garden
ἐργάζεσθαι αὐτὸν
to cultivate it
καὶ φυλάσσειν.
and guard it.

16 καὶ ἐνετείλατο κύριος ὁ θεὸς
And the Lord God commanded
τῷ Αδαμ λέγων
Adam, saying:
Ἀπὸ παντὸς ξύλου τοῦ
‘From every tree
ἐν τῷ παραδείσῳ
in the garden
βρώσει φάγῃ,
you may eat for food,
17 ἀπὸ δὲ τοῦ ξύλου
but from the tree
τοῦ γινώσκειν καλὸν καὶ πονηρόν,
of the knowing good and bad,
οὐ φάγεσθε ἀπ᾽ αὐτοῦ·
do not eat from it;

ᾗ δ᾽ ἂν ἡμέρᾳ
for on the day
φάγητε ἀπ᾽ αὐτοῦ,
when you eat from it,
θανάτῳ ἀποθανεῖσθε.
you will die a death.’

18 Καὶ εἶπεν κύριος ὁ θεός
And the Lord God said:
Οὐ καλὸν εἶναι
‘It is not good
τὸν ἄνθρωπον μόνον·
the man alone;
ποιήσωμεν αὐτῷ
let us make for him
βοηθὸν κατ᾽ αὐτόν.
a helper acording to him.’

19 καὶ ἔπλασεν ὁ θεὸς ἔτι
And God formed
ἐκ τῆς γῆς
out of the ground
πάντα τὰ θηρία τοῦ ἀγροῦ
all wild animals of the field
καὶ πάντα τὰ πετεινὰ
and all the birds
τοῦ οὐρανοῦ
of the heaven,
καὶ ἤγαγεν αὐτὰ,
and he brought them
πρὸς τὸν Αδαμ ἰδεῖν
to Adam to see
τί καλέσει αὐτά,
what he would name them,
καὶ πᾶν, ὃ ἐὰν
and whatever
ἐκάλεσεν αὐτὸ Αδαμ ψυχὴν ζῶσαν,
Adam called each living creature,
τοῦτο ὄνομα αὐτοῦ.
that (was) its name.

20 Καὶ ἐκάλεσεν Αδαμ ὀνόματα
And Adam called names
πᾶσιν τοῖς κτήνεσιν
for all the cattle
καὶ πᾶσι τοῖς πετεινοῖς
and for all the birds
τοῦ οὐρανοῦ
of the heaven,
καὶ πᾶσι τοῖς θηρίοις
and for all the wild animals
τοῦ ἀγροῦ,
of the field;
τῷ δὲ Αδαμ
but for Adam
οὐχ εὑρέθη βοηθὸς
not was found a helper
ὅμοιος αὐτῷ.
conveniant for him.

21 καὶ ἐπέβαλεν ὁ θεὸς
And God laid
ἔκστασιν ἐπὶ τὸν Αδαμ,
a deep sleep on Adam,
καὶ ὕπνωσεν·
and he fell asleep;
καὶ ἔλαβεν
he (God) took
μίαν τῶν πλευρῶν αὐτοῦ
one of his ribs
καὶ ἀνεπλήρωσεν
and filled up
σάρκα ἀντ᾽ αὐτῆς.
flesh in the place of it.

22 καὶ ᾠκοδόμησεν κύριος ὁ θεὸς
And the Lord God converted
τὴν πλευράν,
the rib
ἣν ἔλαβεν ἀπὸ τοῦ Αδαμ,
he took from Adam
εἰς γυναῖκα
into a wife

καὶ ἤγαγεν αὐτὴν
and brought her
πρὸς τὸν Αδαμ.
to Adam.

23 καὶ εἶπεν Αδαμ
And Adam said:
Τοῦτο νῦν
‘This one is now (at last)
ὀστοῦν ἐκ τῶν ὀστέων μου
bone out of my bones
καὶ σὰρξ ἐκ τῆς σαρκός μου·
and flesh out of my flesh;
αὕτη κληθήσεται γυνή,
she will be called ‘woman,’
ὅτι ἐκ τοῦ ἀνδρὸς αὐτῆς
for out of her man
ἐλήμφθη αὕτη.
she was taken.’

24 ἕνεκεν τούτου
That is why
καταλείψει ἄνθρωπος
a man will leave
τὸν πατέρα αὐτοῦ
his father
καὶ τὴν μητέρα αὐτοῦ
and his mother

καὶ προσκολληθήσεται
and will be united
πρὸς τὴν γυναῖκα αὐτοῦ,
with his wife,
καὶ ἔσονται οἱ δύο
and they two will be
εἰς σάρκα μίαν.
one flesh.

25 καὶ ἦσαν οἱ δύο γυμνοί,
And the two were naked,
ὅ τε Αδαμ καὶ ἡ γυνὴ αὐτοῦ,
Adam and his wife,
καὶ οὐκ ᾐσχύνοντο.
and they were not ashamed.

Next
Back